# SB 5 7696.2.32-7696.3.60

Documentary Papyri, SB 5, 7696.2.32 to 7696.3.60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-5/7696.2.32
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-5/7696.2.32

πρύτανίς τις ἦν ὁ συναγαγών· τίς πρύτανις συνήγαγεν τὴν βουλήν; Φίλιππος ῥήτωρ εἶπεν· Ἡραπίων πρύτανις τὴν βουλὴν συνήγαγεν, συναχθεῖσα δὲ ἡ βουλὴ ὀνομασίαν πεποίηται κατὰ τὸ ἔθος· τούτων εἰσηγηταὶ καὶ ἐπιψηφισταὶ ἐδόθησαν τοῦ εἰς τὰς ἀρχὰς τούτους πάντων κληθῆναι· οὐκ ἐφήκασιν πρὸς τοῦτο· ἐπὶ τοῦ ἐπιστρατήγου γέγονεν διαδικασία· κατεδικάσθησαν τρὶς κληθέντες καὶ μὴ ὑπακηκοότες. Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· δεῖξον …ηενη… …εσχεν τω…ιν. Χαῖρεις ῥήτωρ εἶπεν· … τῶν ὠνομασμένων …θ… … τοῦτον ἐν τῇ βουλῇ … καὶ λέγοντα … αυτ… ἀντείληφα. Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· …ατ…γχεν ἡ βουλή; Χαῖρεις ῥήτωρ εἶπεν· Ἀπολλωνίδης ἡμᾶς ἐπεσφράγισεν· Σέλευκος συνήγορος εἶπεν· οὐ παρῆν ὁ πρύτανις. Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· ἀλλὰ ἡ βουλὴ ὠνόμασεν παρόντος πρυτάνεως ε… ἀπεκρίνατο· ἀπέστη … μένης τῆς ὀνομασίας. Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· πρύτανις παρῆν τῇ λ?;Σερῆνος ῥήτωρ εἶπεν· Ἡραπίων. Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· ἀνάγνωθι. Ἀπολλωνίδης ἀνέγνω τὸ ὑποτεταγμένον, οὗ ἀρχή· ἔτους ϛ, Μεσορὴ λ· Οὐαλέριος Ἀπολλωνίδης ἐξηγητής, καὶ ταῦτα ἀναγιγνώσκοντος εἶπεν· ἔτους ϛ, Μεσορὴ πρὸ ιδ ἡμερῶν προυβλήθην γε εἰς τὴν πρυτανίαν ταύτην, μέχρι δὲ πέμπτης τῶν ἐπαγομένων εἷς πρὸ ἐμοῦ πρύτανις ἦν. λ τὴν βουλὴν ποιήσας οὐκέτι εὑρέθη. Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· καὶ ἐκεῖνος ὠνόμασεν;ἀπεκρίνατο· ναί. Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· ἀνάγνωθι. Ἀπολλωνίδης ἀνέγνω τὸ ὑποτεταγμένον, οὗ ἀρχή· οἴδατε, ὅτι ἐχειροτόνησαν εἰς πρυτανίαν καὶ τὰ ἑξῆς. μετὰ τὴν ἀνάγνωσιν Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· ὅτι ἐκεῖνος ὁ πρό σου ὠνόμασεν, ἀνάγνωθι. Χαῖρεις ῥήτωρ εἶπεν· κη Μεσορὴ ἐπισφραγίζει ἡμᾶς Ἀπολλωνίδης. Λούκιος ῥήτωρ ἀνέγνω τὸ ὑ- ποτεταγμένον, οὗ ἀρχή· Χαιρήμων ἐξηγητὴς εἶπεν· ὅσα α… καὶ τὰ ἑξῆς. μετὰ τὴν ἀνάγνωσιν Ἀπολλωνίδης ἀνέγνω τὸ ὑποτεταγμένον, οὗ ἀρχή· Συρίων Πασίωνος ἐξηγητὴς καὶ τὰ ἑξῆς. μετὰ τὴν ἀνάγνωσιν Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· τῆς παραγραφῆς ἀφῃρημε… τὸ δοκεῖν οὐ νομίμως γεγονέναι τὴν ὀνομασίαν, ἐπειδὴ αὐτοὶ ἐνταῦθά εἰσιν, εἰπάτωσαν. Σέλευκος συνήγορος εἶπεν· ἐγὼ συνηγορῶ Ποτάμωνι καὶ Ἔλπι καὶ Παλᾷ. Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· δικαίωμα ἔχουσιν οἱ τρεῖς ; ἀπεκρίνατο· ναί. Σαραπίων ῥήτωρ εἶπεν· καὶ κωμῆταί ἐσμεν καὶ ἀναγινώσκομεν κρίσεις· καὶ ἀνέγνω τὸ ὑποτεταγμένον, οὗ ἀρχή· Ὁνορατιανὸς ἔπαρχος Αἰγύπτου εἶπεν … καὶ τῶν νενομοθετημένων καὶ τὰ ἑξῆς. μετὰ τὴν ἀνάγνωσιν Σαβεῖνος ἔπαρχος Αἰγύπτου αὐτῷ εἶπεν· εἰς ποίας λειτουργίας ὠνομάσθησαν; ἀπεκρίνατο· οὐδὲ ὠνόμασεν τὸ εἶδος τῆς λειτουργίας, ἀλλὰ ἀνέδην ἀμοιβὰς τῶν ἐτῶν

---

Documentary Papyri, SB 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;5.
