# SB 5 7696.4.89-7696.5.118

Documentary Papyri, SB 5, 7696.4.89 to 7696.5.118. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-5/7696.4.89
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-5/7696.4.89

… τὰς χρείας τῶν πόλεων πρὸ ὀφθαλμῶν ἔχοντα … οὕτως ποιεῖν ἐκ τῆς ἀποφάσεως ην… κ…ν…δο…ατου…ς πολλου… τῶν κατεσχημένων πολλοὺς θ…μασι… λειτουργία π… πάντων τούτων ἀνέγνωσμαι … τῶν το…ενεπ…νασμένων ο…αν ου… των πόλε… αἱ χρεῖαι ἀπαιτῶσιν ἰδίας δυνάμεις. νόμῳ δικάζεις Ἀρσινοίταις τοῖς πάλαι μὲν πολυανθρώποις, νῦν δὲ εἰς χεῖρον κομιδῇ προελθοῦσιν δύο ἡμέρας ἄρχουσιν μόνον, τούτων δὲ αὐτῶν ὁμολογίαν ἀναγνώσομαί σοι, μᾶλλον δὲ ἑνὸς αὐτῶν ἐπὶ τοῦ στρατηγοῦ εἰπόντος ἐπὶ ὑπομνημάτων, ὅτι ἐχέτω μου τὴν οὐσίαν καὶ πληρούτω τὴν λειτουργίαν, ὁ τοῦτο εἰπὼν ὑπέστη τὴν ἀρχήν, ὁ δὴ ὁ τῶν ὑπαρχόντων παρακεχωρηκὼς καὶ στεφανηφορῆσαι ἀξιῶν ἤδη παραδέδωκεν αὑτὸν τῇ λειτουργίᾳ. τὸ ἐφʼ ἑνὸς κριθὲν ἐπὶ πάντων ἰσχὺν λαμβά… ἐπὶ ἀπευκταίαν φωνὴν ὁ πρύτανις ἔρχεται. Σαβεῖνος ἔπαρχος Αἰγύπτου Σερήνῳ ῥήτορι εἶπεν· τί λέγεις πρὸς τὸν Σεουήρου νόμον καὶ πρὸς τὰς κρίσεις; ἀπεκρίνατο· πρὸς τὸν Σεουήρου νόμον ἐρῶ· Σεουῆρος προύθησεν νόμον ἐν Αἰγύπτῳ ἔτι τῶν πόλεων εὐπόρων οὐσῶν. Σαβεῖνος ἔπαρχος Αἰγύπτου εἶπεν· ὁ τῆς εὐπορίας λόγος ἢ τῆς ἀπὸ τῆς εὐπορίας μεταβολῆς ἴσος ἐστὶν καὶ ταῖς κώμαις καὶ ταῖς πόλεσιν. ἀπεκρίνατο· μετὰ Σεουῆρον γέγονεν τὸ καινὸν τοῦτο ἀπότακτον, ὃ ἡ θεία τύχη Δεκίου τοῦ Σεβαστοῦ ἐπανορθώσεται. Σαβεῖνος ἔπαρχος Αἰγύπτου σκεψάμενος μετὰ τῶν ἐν τῷ συμβουλίῳ Ἀπολλωνίδῃ πρύτανι εἶπεν· ἡ τῶν νόμων ἰσχὺς προιόντος τοῦ χρόνου μᾶλλον αὔξεται. ἀνεγνώσθη θεοῦ Σεουήρου νομοθεσία τοὺς γεωργοὺς ἐξαιρουμένη τῶν κατὰ πόλιν λειτουργιῶν …νε… μ…αν κωμηταῖς μένειν τὰ ἐκ παλαιοῦ νενομοθετημένα κώμαις … αι…ν. Σερῆνος ῥήτωρ εἶπεν· ἀπεφήνω καὶ δὴ καὶ τῆς πόλεως προν … ὁ λαμπρότατος ἔπαρχος Οὐαλέριος Φίρμος ἐπιδημήσας τῇ Ἀρσινοιτῶν πόλει παρέσχεν τῷ τότε ἀξιώσαντι … τῶν ὑπαρχόντων ὁ τότε πρύτανις κελεύσας αὐτὸν τὴν ὀνομασίαν ποιεῖν … τὸν γυμνασίαρχον τοὺς γυμνασιάρχους τὸν ἀρχιερέα τοὺς ἀρχιερέας τοὺς κοσμητὰς τὸν κοσμητὴν … ο…νατο Φίρμος τοῦτο ἐπιτρέπων· ἐὰν μὴ βουληθῇ τὸ τάγμα τὸν … ὁ πρύτανις παρά σου. Σαβεῖνος ἔπαρχος Αἰγύπτου εἶπεν· ἀνάγνωθι. Λούκιος ῥήτωρ ἀνέγνω τὸ ὑποτεταγμένον, οὗ ἀρχή· ἔδοξεν τῇ βουλῇ δηλοιο… τοῦ ἀριθμοῦ καὶ τὰ ἑξῆς. μετὰ τὴν ἀνάγνωσιν, Σαβεῖνος ἔπαρχος Αἰγύπτου σκεψάμενος μετὰ τῶν ἐν τῷ συμβουλίῳ εἶπεν· κατὰ τὸν ὅρκον τὸν ὑπὸ τοῦ λαμπροτάτου Φίρμου δοθέντα … … νεμήσονται. Κάστωρ νομικὸς εἶπεν· Ἀπολλωνίδ… …απι… Σαβεῖνος ἔπαρχος Αἰγύπτου εἶπεν· … βον ἕλοι δὸς τὴν σήμερον. Σαβεῖνος ἔπαρχος Αἰγύπτου εἶπεν· …

---

Documentary Papyri, SB 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;5.
