# SB 5 8008.1.1-8008.2.46

Documentary Papyri, SB 5, 8008.1.1 to 8008.2.46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-5/8008.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-5/8008.1.1

…ται πρὸς τὸν ἐν ἑκάστηι ὑπαρχείαι οἰκονόμον τὸν ἀπεσταλμένον ἐν ἡμέραις ξ, ἀφʼ ἧς ἂν ἡμέρας τὸ πρόσταγμα ἐκτεθῆι, τήν τε ὑποτελῆ καὶ τὴν ἀτελῆ λείαν οσα…καε… σύμβολα λαμβάνειν. ἐὰν δέ τινες μὴ ποιῶσιν, καθότι προγέγραπται τῆς τε λείας στερηθήσονται καὶ ἔνοχοι ἔσονται τοῖς ἐκ τοῦ διαγράμματος ἐπιτίμοις … αν τῆς λείας ἀναπόγραφος ἦι μέχρι τοῦ τὸ πρόσταγμα ἐκτεθῆναι τῶν μὲν ἐπάνω ἐτῶν ἀπολυθήσονται… ἐννομίου καὶ …ανου καὶ τῶν λ… ἐπιτίμων. ἀπὸ δὲ τοῦ βε ἔτους τὰ τελέσματα τὰ γινόμενα κατὰ κώμας ἐ…ωσαν οἱ ἐδίδοσαν … ν τ…ς τοῦ …ατελεια… ἀπογραφω… τούτοις ἀν… εἰς ἄλλα ὀνόματα τὰς ἀπογραφὰς … …ται, περὶ δʼ αὐτῶν ὁ βασιλεὺς διαγνώσεται, τὰ δὲ ὑπάρχοντα αὐτῶν ἀναλημφθήσεται. ὁμοίως δὲ ὅσοι ἔσονται βεβαιωτῆρες τὴν ἀπογραφὴν ποιήσωνται … ἐσωνται συνιστοροῦντες. ἀπογράφεσθαι δὲ καὶ τοὺς μεμισθωμένους τὰς κώμας καὶ τοὺς κωμάρχας ἐν τῶι αὐτῶι χρόνωι τὴν ὑπάρχουσαν ἐν ταῖς κώμαις λείαν ὑποτελῆ καὶ ἀτελῆ καὶ ὧν ἐστι πατρόθεν καὶ πατρίδος καὶ διʼ ὧν νέμεται, ὁμοίως δὲ καὶ ὅσην ἂν εἰδῶσιν ἀναπόγραφον καὶ ὑπάρχουσαν εἰς Δύστρον τοῦ κε ἔτους κατὰ χειρογραφίαν ὅρκου βασιλικοῦ. ποιήσονται δὲ καὶ κατʼ ἐνιαυτὸν τὰς ἀπογραφὰς ἐν τοῖς αὐτοῖς χρόνοις καὶ τὰ γινόμενα τάξονται, καθότι ἐν τῆι παρὰ τοῦ βασιλέως ἐπιστολῆι διασεσάφηται ἐν τοῖς καθήκουσιν μεισὶν κατὰ τὸ διάγραμμα. ἐὰν δέ τινες μὴ ποιῶσίν τι τῶν προγεγραμμένων τοῖς αὐτοῖς ἐπιτίμοις ἔνοχοι ἔσονται οἷς καὶ οἱ ἀπογραψάμενοι τὴν ἰδίαν λείαν εἰς ἄλλα ὀνόματα. μηνύειν δὲ τὸν βουλόμενον καὶ λήψεται τῶν μὲν κατὰ τὸ διάγραμμα πρασσομένων ἐπιτίμων, καθότι ἐν τῶι διαγράμματι διηγόρευται, τῶν δὲ ἀναλαμβανομένων οὐσιῶν εἰς τὸ βασιλικὸν τὸ τρίτον μέρος. βασιλέως προστάξαντος· εἴ τινες τῶν κατὰ Συρίαν καὶ Φοινίκην ἀγοράκασιν σῶμα λαικὸν ἐλεύθερον ἢ ἐξενένκασιν καὶ κατεσχήκασιν ἢ κατʼ ἄλλον τρόπον κέκτηνται …αι…ι σῶμα…τις α…των… … πρὸς τὸν οἰκονόμον τὸν ἐν ἑκάστηι ὑπαρχείαι καθεστηκότα, ἀφʼ ἧς ἂν ἡμέρας τὸ πρόσταγμα ἐκτεθῆι, ἐν ἡμέραις κ. ἐὰν δέ τις μὴ ἀπογράψηται ἢ μὴ ἀναγάγηι τοῦ τε σώματος στερηθήσεται καὶ προσεισπραχθήσεται εἰς τὸ βασιλικὸν ἑκάστου σώματος δραχμὰς Γ καὶ ὁ βασιλεὺς περὶ αὐτοῦ διαγνώσεται. τῶι δὲ μηνύσαντι δοθήσονται τοῦ ἑκάστου σώματος δραχμαὶ … ἐὰν δέ τινες τῶν σωμάτων τῶν ἀπογραφέντων καὶ ἀναχθέντων ἐπιδεικνύωσιν ἠγορακότες ὄντα οἰκετικὰ ἀποδίδοσθαι αὐτοῖς. τῶν

---

Documentary Papyri, SB 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;5.
