# SB 6 8971

Documentary Papyri, SB 6, SB 6 8971. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-6/8971
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-6/8971

ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Γαΐου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ … ἐν τῇ ἀγυιᾷ ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει ἐπὶ Αὐρηλίου Ἀγαθείνου τοῦ καὶ Ὡριγένους ἀσχολουμένου ὠνὴν ἀγορανομείου καὶ μνημονείου. ὁμολογεῖ Αὐρήλιος Ἀμοῦνις Ἀρίου μητρὸς Θατρῆτος διʼ Ἀλλοῦτος … ἐκμαρτυρεῖσθαι τῷ ἑαυτοῦ τιμήματι … … πατέρα Ἄριον Παυσίριος ἣν προέθεντο αὐτῷ Αὐρήλιοι Θῶνις … … Διονυσίου υἱὸς ὁ καὶ Ἀγαθὸς Δαίμων ἐπικεκλημένος ἀπὸ κώμης Πακέρκη ἰδιόγραφον πρᾶσιν …, ἧς ἀντίγραφον ὑπόκειται. Αὐρήλιοι Θῶνις τοῦ δεῖνος μητρὸς Ταβῆτος ἀπὸ κώμης Πακέρκη τῆς μέσης τοπαρχίας τοῦ Ὀξυρυγχίτου νομοῦ καὶ Ἰσίδωρος … … πατρὸς Διδύμου Σαραπίωνος κατ… διʼ Ἀλλοῦτος τοῦ δεῖνος μητρὸς Ταμονοῦτος ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογοῦμεν πεπρακέναι σοι καὶ παρακεχωρηκέναι ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν ἡμῖν περὶ κώμην Πακέρκην ἰδιωτικῆς ἄρουραν μίαν ἥμισυ ἧς γείτονες …, τιμῆς τῆς αὐτῆς ἀρούρας μιᾶς ἡμίσους τῶν συμπεφωνημένων πρὸς ἀλλήλους δραχμῶν …, ἅς αὐτόθι ἀπέσχομεν παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους. κρατεῖν οὖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τῆς προκειμένης ἀρούρας μιᾶς ἡμίσους , ἣν παρεξόμεθά σοι καθαρὰν ἀπό τε γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ ὀφειλῆς καὶ κατοχῆς πάσης δημοσίας τε καὶ ἰδιωτικῆς καὶ ἀπὸ τῶν ὑπὲρ ἄλλων τελουμένων δημοσίων καὶ ἐπικλασμῶν καὶ ἐπιμερισμῶν παντοίων ἕως τοῦ ἐνεστῶτος καὶ αὐτοῦ τοῦ ἐνεστῶτος πρώτου ἔτους, πάντα δὲ τὸν καθʼ οἷον δήποτε τρόπον ἐπελευσόμενον ἢ ἐμποιησόμενον τῆς αὐτῆς ἀρούρας μιᾶς ἡμίσους ἢ οἵου δήποτε μέρους αὐτῆς ἐπάναγκες ἀποστήσομεν παραχρῆμα ταῖς ἡμῶν αὐτῶν δαπάναις καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσις … … Αὐρήλιοι Θῶνις καὶ Ἰσίδωρος πεπράκαμεν καὶ παρακεχωρήκαμεν …

---

Documentary Papyri, SB 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;6.
