# SB 6 8978

Documentary Papyri, SB 6, SB 6 8978. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-6/8978
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-6/8978

ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι … εἰς ἀρίθμησιν θὼθ διέγραψε Πανεφρέμμις Σαταβοῦτος φόρου βωμῶν Σοκνοπαίου Νήσου ἰδίου λόγου ὀκτοκαιδεκάτου ἔτους ἑκατὸν τριάκοντα μίαν ὀβολὸν γίνονται δραχμαὶ ρλα ὀβολὸς α 𐅵 προσδιαγραφομένων δραχμὰς η ὀβολὸν α 𐅵 συμβολικοῦ ὀβολοὺς 3 καὶ Ἁθὺρ ι εἰς ἀρίθμησιν Ἁθὺρ διέγραψεν ὁ αὐτὸς ιη ἔτους δραχμὰς ἑκατὸν ὀγδοήκοντα ἑπτὰ τετρώβολον γίνονται δραχμαὶ ρπζ τετρώβολον προσδιαγραφομένων δραχμὰς ια πεντώβολον συμβολικοῦ τριώβολον καὶ Χοιὰκ β εἰς ἀρίθμησιν Ἁθὺρ διέγραψεν …ας αὐτὸς ιη ἔτους ρπζ τετρώβολον προσδιαγραφομένων ια πεντώβολον συμβολικοῦ τριώβολον καὶ Τῦβι δ εἰς ἀρίθμησιν Ἁδριανοῦ διέγραψεν ὁ αὐτὸς ιη ἔτους δραχμὰς ρπζ τετρώβολον προσδιαγραφομένων δραχμὰς ια πεντώβολον συμβολικοῦ τριώβολον καὶ Μεχεὶρ δ ἀριθμήσεως Τῦβι διέγραψε ιη ἔτους δραχμὰς ἑκατὸν ὀγδοήκοντα ἑπτὰ τετρώβολον γίνονται ρπζ τετρώβολον προσδιαγραφομένων δραχμὰς ια πεντώβολον συμβολικοῦ τριώβολον καὶ Φαμενὼθ ε εἰς ἀρίθμησιν Μεχεὶρ διέγραψεν ιη ἔτους δραχμὰς ρπζ τετρώβολον προσδιαγραφομένων ια πεντώβολον συμβολικοῦ τριώβολον καὶ Φαρμοῦθι γ ἀριθμήσεως Φαμενὼθ διέγραψεν … ιη ἔτους δραχμὰς ἑκατὸν ὀγδοήκοντα ἑπτὰ ὀβολοὺς 4 γίνονται δραχμαὶ ρπζ τετρώβολον προσδιαγραφομένων δραχμὰς ια ὀβολοὺς 5 συμβολικοῦ ὀβολοὺς 3 καὶ Παῦνι η ἀριθμήσεως Παχὼν διέγραψε δραχμὰς διακοσίας ἑβδομήκοντα τέσσαρας διώβολον γίνονται σοδ διώβολον προσδιαγραφομένων δραχμὰς ιζ ὀβολὸν συμβολικοῦ τριώβολον καὶ Ἐπὶφ … εἰς ἀρίθμησιν Παῦνι διέγραψε Στοτοῆτις Πεκύσεως φόρου βωμῶν Σοκνοπαίου Νήσου ιη ἔτους δραχμὰς διακοσίας ὀγδοήκοντα μίαν ὀβολοὺς δ 𐅵 γίνονται δραχμαὶ σπα ὀβολοὶ δ 𐅵 προσδιαγραφομένων ιζ ὀβολοὺς δ 𐅵 συμβολικοῦ τριώβολον καὶ τοῦ ιθ ἔτους θὼθ β ἀριθμήσεως Μεσορὴ τοῦ ιη ἔτους διέγραψεν ὁ αὐτὸς Σοκνοπαίου Νήσου ιη ἔτους δραχμὰς διακοσίας ὀγδοήκοντα μίαν ὀβολοὺς δ 𐅵 γίνονται δραχμαὶ κη 𐅵 προσδιαγραφομένων ιζ ὀβολοὺς δ 𐅵 συμβολικοῦ τριώβολον καὶ Παῦνι η ἀριθμήσεως Παχὼν τοῦ ιη ἔτους δραχμὰς γ τριώβολον προσδιαγραφομένων ὀβολὸν α 𐅵 συμβολικοῦ τριώβολον

---

Documentary Papyri, SB 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;6.
