# SB 6 8986

Documentary Papyri, SB 6, SB 3 6271. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-6/8986
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-6/8986

ἐν ὀνόματι τῆς ἁγίας ὁμοουσίου καὶ ζωοποιοῦ τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βασιλείας τῶν θειοτάτων καὶ γαληνοτάτων καὶ θεοστεφῶν ἡμῶν δεσπότων Φλαυίων Ἡρακλείου καὶ Ἡρακλείου Νέου Κωνσταντίνου τῶν αἰωνίων Αὐγούστων Αὐτοκρατόρων καὶ μεγίστων εὐεργετῶν ἔτους τριακοστοῦ πρώτου καὶ μετὰ τὴν ὑπατείαν τῶν αὐτῶν ἔτους τριακοστοῦ καὶ τῶν θεοφυλάκτων αὐτοῦ τέκνων Φλαυίων Ἡρακλείου καὶ Δαυεὶδ τῶν εὐτυχεστάτων Καισάρων καὶ Μαρτίνου τοῦ θεοφυλάκτου νοβελλησίμου, Μεχεὶρ … τεσσαρεσκαιδεκάτης ἰνδικτίονος ἐν Ἀπόλλωνος ἄνω πόλει. Ἡρακλείδης υἱὸς Ἀμμωνίου ἐκ μητρὸς Ταᾶμ ὁρμώμενος ἀπὸ Ἀπόλλωνος ἄνω πόλεως καὶ … Φιλήμωνος ἐκ μητρὸς Θέκλης ἀπὸ τῆς αὐτῆς πόλεως ὁμολογοῦσιν ἀλλήλοις τὰ ὑποτεταγμένα ἀρχὴ τὸν κατὰ τὸν βίον …ων γάμων ἀγαγέσθαι σοι εἰς τὰ τῶν … καὶ λόγους προσήγαγον τοῖς τὸν ευσι … τοῦ πάντων δεσπότου συμπράξαντας …ν ὥστε προσενεχθῆναί σοι παρʼ ἐμοῦ χρυσοῦ νομισμάτια ἓξ ζύγῳ Ἀπόλλωνος ἐπειδὴ π.α τὰ δόξαντα … εἰς τὸ παρὸν ἀφικόμην τῆς προικιμαίας ὁμολογίας … προγεγραμμένος Ἡρακλείδης. ἔχειν καὶ χρεωστεῖν … τῇ προγεγραμμένῃ συμβίῳ ὑπὲρ τῶν αὐτῶν συμφωνηθέντων ἕδνων χρυσοῦ δοκίμου νομισματίων ἓξ ζύγῳ Ἀπόλλωνος γίνονται χρυσοῦ νομισμάτια ϛ μόνα καὶ ταῦτα … περὶ ἀποδόσεως καὶ συμπληρώσεως … τῶν αὐτῶν συμφωνηθέντων ἕδνων σου ἰδίῳ μου κινδύνῳ καὶ πόρῳ τῆς ἐμῆς ὑποστάσεως ετης καὶ … τε καὶ τὰ ἐξ ἄμφοιν τεχθησόμενα … ὥστε ἐκβαλεῖν σοι εἰς ὅλον τὸν χρόνον …είας ἐναργῶς ἀποδειχθεισόμενα …πειαν ἀπονεῖμαί σοι κατὰ μίμησιν …σου μέντοι ἐν ἅπασι πειθομένης μοι …φυλαττούσης μοι δὲ οὐδὲν ἧττον … δικαίῳ σκοπῷ π… ἐξακολουθησάσης …ν ἄνδρα πρὸς δὲ μείζονά σου ἀσφάλειαν … τὴν βασιλικὴν σωτηρίαν εἰ τέλος … ταύτης τῆς προικιμαίας ὁμολογίας … …ίαν σὴν κυρίαν οὖσαν καὶ βεβαίαν ἁπανταχοῦ προφερομένην … μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος …ς τὰ προγεγραμμένα ἅπαντα ἐπερωτηθεὶς ὡμολόγησα … Ἡρακλείδης υἱὸς Ἀμμωνίου ἐκ μητρὸς Ταᾶμ ἐθέμην τὴν ὁμολογίαν ταύτης τῆς προικιμαίας ἀσφαλείας καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. … υἱὸς Κόμετος αἰτηθεὶς ὑπέγραψα. … υἱὸς Γεωργίου ἀπαιτητής μαρτυρῶ . … μαρτυρῶ τῇ παρούσῃ προικιμαίᾳ ἀσφαλείᾳ … Δαυεὶδ ἐλέει θεοῦ πρεσβύτερος μαρτυρῶ τῇ παρούσῃ προικιμαίᾳ ἀσφαλείᾳ ἀκούσας παρὰ τοῦ θεμένου.

---

Documentary Papyri, SB 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;6.
