# SB 6 8987.1-25

Documentary Papyri, SB 6, 8987.1 to 8987.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-6/8987.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-6/8987.1

ἰνδικτίονος τρίτης ἔτους τκα καὶ σϙ ἐν τῇ λαμπρᾷ καὶ φιλοχρίστῳ Ὀξυρυγχιτῶν πόλει. Ἐλισαβὲτ θυγάτηρ Σανσεοῦτος μητρὸς Θέκλης καὶ Ἰουστίνα θυγάτηρ Ἀνατολίου μητρὸς Μάρθας, χῆραι οὖσαι πράττουσαι καὶ τοὺς λόγους ποιούμεναι ὑπέρ τε ἑαυτῶν καὶ ὑπὲρ Ἱερακιανοῦ τοῦ βραχυτέρου ἀδελφοῦ ἐμοῦ τῆς προγεγραμμένης Ἐλισαβὲτ γινομένου καὶ ἐννόμου … ἐμμεῖναι καὶ στέρξαι καὶ στοιχῆσαι τῇ παρούσῃ πράσει, ὁρμώμεναι μὲν ἀπὸ τῆς … χώρας, τὰ νῦν δὲ οἰκοῦσαι ἐν κώμῃ Πιβήχεως τοῦ Ἡρακλεοπολίτου νομοῦ καὶ παροῦσαι ἐν ταύτῃ τῇ Ὀξυρυγχιτῶν πόλει, ὑμῖν Φιλήμμωνι υἱῷ ἄπα Δίου Οὐλεντίου καὶ τῇ σῇ γαμετῇ Θέκλᾳ μικροτέρᾳ θυγατρὶ ἄπα Δίου ἑτέρου ἀπὸ Ἀπόλλωνος, τὰ νῦν παροῦσιν ἐν τῇ αὐτῇ Ὀξυρυγχιτῶν πόλει χαίρειν. ὁμολογοῦμεν ἰδίᾳ ἡμῶν πίστει καὶ βεβαιώσει, ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει δίχα δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης τινος πεπρακέναι ὑμῖν καὶ καταγεγραφηκέναι καὶ παρακεχωρηκέναι καὶ ἐκκεχωρηκέναι ὑμῖν πληρεστάτῳ δεσποτείας δικαίῳ καὶ αἰωνίᾳ κατοχῇ καὶ ἐξουσίᾳ πάσῃ καὶ π…τικ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς ἀεὶ ἅπαντα καὶ διηνεκῆ χρόνον τὸ διάφερον ἡμῖν συμπόσιον νεῦον ἐπὶ νότον τῆς …ς θύρας τοῦ οἴκου τοῦ νεύοντος ἐπὶ βορρᾶν καὶ τὴν μικρὴν αἴθραν τὴν νεύουσαν ἐπʼ ἀπηλιώτην μετὰ παντὸς αὐτῶν τοῦ δικαίου καὶ χρηστηρίων ὅλων ἐκ τῆς πάσης οἰκίας τῆς προγεγραμμένης, τῆς διακειμένης ἐν λαύρᾳ Ἀβρααμίου ἰατροῦ καὶ τὸ εἰρημένον συμπόσιον ὂν ἐν τῷ εἰρημένῳ οἴκῳ καλουμένῳ …ωπων Καραύνη, τὸ καὶ περιελθὸν εἰς ἡμᾶς, ἐμοῦ μὲν Ἐλισαβὲτ ἀπὸ δικαίας κληρονομίας τῶν ἐμῶν γονέων, ἐμοῦ δὲ Ἰουστίνας ἀπὸ δικαίας κληρονομίας τοῦ μακαρίου μου συμβίου Μηνᾶ τοῦ καὶ ὁμογνησίου ἐμοῦ τῆς προγεγραμμένης Ἐλισαβέτ. πρὸς τὸ ὑμᾶς καὶ κληρονόμους ὑμῶν παντοίους καὶ διαδόχους καὶ διακατόχους ἔχειν καὶ κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν τοῦ εἰρημένου συμποσίου καὶ τῆς αὐτῆς αἴθρας μετὰ παντὸς αὐτῶν τοῦ δικαίου ἐκ τῆς πάσης οἰκίας καλουμένης Καραύνη ἀπὸ τοῦ νῦν καὶ ἐπὶ τὸν ἑξῆς ἀεὶ πάντα καὶ διηνεκῆ χρόνον. καὶ ἐλάβαμεν παρʼ ὑμῶν τὴν ἀρεσθεῖσαν ἡμῖν ἀμφοτέραις τιμήν, τουτέστιν χρυσοῦ νομίσματα τρία ἀπὸ κερατίων εἰκοσιτριῶν γίνεται χρυσοῦ νομίσματα γ ἀπὸ κερατίων κγ, καὶ ἐδεξάμεθα ἡμεῖς αἱ ἀποδόμεναι Ἐλισαβὲτ καὶ Ἰουστῖνα παρʼ ὑμῶν Φιλήμμωνος καὶ Θέκλης τῆς αὐτοῦ συμβίου τῶν καὶ ὠνησαμένων ἀπὸ χειρῶν εἰς χεῖρας ἔργοις αὐτοῖς καὶ αὐτῇ τῇ δυνάμει καὶ ἀληθείᾳ ἐπʼ ὄψεσιν τῶν ἑξῆς καθυπογραφόντων μαρτύρων περὶ τῆς ἀριθμήσεως

---

Documentary Papyri, SB 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;6.
