# SB 6 9050

Documentary Papyri, SB 6, SB 6 9050. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-6/9050
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-6/9050

ἀντίγραφον ὑπομνηματισμοῦ. ἔτους γ Τραιανοῦ Καίσαρος τοῦ Κυρίου Μεχεὶρ ιθ Ἑρμαίου εἰπόντος· τρεῖς ὄντας ἡμᾶς ἀδελφοὺς εἰς σιτολογίαν ἀγείωχεν Δίδυμος ἀμφοδογραμματεὺς παρὰ τὴν Οὔρσου διάταξιν, Δίδυμος· ὅλως ἀμφοδογραμματεὺς οὐ καθίστησιν σιτολόγον. ἐκεῖνος· σὺ αὐτοὺς εἰσέδωκας ἐργολαβῆσαι θέλων. Πομπήιος Πλάντας ἀποκρίνεται· Ἑρμαῖος ὁ ἀδελφὸς … πράγματι ε… …ματι εἰργολάβησεν … Πομπήιος Πλάντας ἀποκριθεὶς πρὸς ἐκεῖνον παρηγγείλατο τῶι στρατηγῶι Ἄμμωνι δύο ἀδελφοὺς ἀπολῦσαι τῆς σιτολογίας, ἕνα καταστῆσαι. ἔτους ιε Θεοῦ Τραιανοῦ Φαμενὼθ κε ἐν Ναυκράτει. παρερχομένου Διοσκόρου Διονυσίου καὶ εἰπόντος· δύο ἐσμὲν ἀδελφοὶ ἐν λιτουργίαις, ἀξιῶ τὸν ἕτερον ἡμῶν ἀπολυθῆναι, ἵνα προσευκαιρῇ τῇ γεωργίᾳ. Σουλπίκιος Σίμιλις· πατέρα ἔχετε; λέγοντος· οὔ Σουλπίκιος Σίμιλις· εἷς ἀπολυθήσεται. κε ὁμοίως· Ἀμούνιος εἰπόντος· δύο ἐσμὲν ἀδελφοὶ ἐν σιτολογίᾳ, παρακαλοῦ- μεν τὸν ἕτερον ἀπολυθῆναι, ἵνα δυνηθῶμεν καὶ τῇ ἑαυτῶν γεωργίᾳ προσκαρτερεῖν. Σουλπίκιος Σίμιλις ἐπύθετο, εἰ πατέρα ἔχουσι. εἰπόντων μὴ ἔχειν Σουλπίκιος Σίμιλις· δίκαιον τὸν ἕτερον ἀπολυθῆναι, ἐὰν ἄλλος ἀντʼ αὐτοῦ κατασταθῇ. Οὐιβίου Μαξίμου. ἔτους η Θεοῦ Τραιανοῦ Φαρμοῦθι κδ ἐν Μέμφει. ἀναγνωσθέντος εἴδους περὶ τοῦ τὸν ἡγεμόνα γεγραφέναι ἐπιστολὴν Γλαυκίᾳ στρατηγῷ μεμφόμενον αὐτὸν ἐπὶ τῷ δύο ὀνόματα αὐτῷ πεπομφέναι ἐκ μιᾶς οἰκίας Οὐίβιος Μάξιμος Ἀνουβίωνι ἐγλογιστῇ· ἐλάβετέ μου ἐπιστολὴν πάντες οἱ ἐγλογισταί, ὥστε μόνα τὰ πρὸς ψῆφον ἀνήκοντα ἄγειν. εἰ ἐγώ τι ἔγραψα τῷ στρατηγῶι μεμφόμενος αὐτῷ, τί πρὸς σέ; ἵνα μὴ παιδαγωγὸν ἔχω ἄνθρωπον φιλαίτιον, ἀλλʼ ἐξῆν μοι εἰς τὸ μέλλον ὃ θέλω γράφειν, μεθίστημί σε τῆς ἐγλογιστείας. ἐξ ἐντολῶν Μεττίου Ῥούφου τῶν δοθεισῶν τοῖς στρατηγοῖς. ἐάν τινες τῶν ἐν χρείαις ὄντων ἢ διὰ τὸ μὴ ἀναλογεῖν τὸν πόρον αὐτῶν ἢ διὰ σώματος ἀσθένειαν ἢ ἄλλως ἀνάξιοι φανέντες δόξωσί σοι ἀνεπιτήδειοι εἶναι, ὀνόματά μοι καθʼ ἕκαστον ἀποστελεῖς τρία προεξετάσας, ἵνʼ ὦσιν ἐπιτήδειοι πάντες οὐκ οὐσίᾳ μόνον, ἀλλὰ καὶ ἡλικίᾳ καὶ τῇ τοῦ βίου ἀγωγῇ, ἅπερ τοῖς τὰ κυριακὰ πιστευομένοις ὑπάρχειν δεῖ· διὸ προσθήσεις καὶ πόρον καὶ ἔτη καὶ εἰ γράμ- ματα ἴσασιν καὶ τί πρότερον ἐπραγματεύσαντο· φυλάξεις δὲ μηδʼ ἐκ μιᾶς οἰκίας τοὺς τρεῖς , ἀλλὰ μηδὲ τοῦ αὐτοῦ εἶναι μήτε πρότερον ἐν ταῖς αὐταῖς γεγονότας πραγματείαις ἢ ἐν ἄλλαις κατεγνωσμένους ἢ συνγενεῖς εἶναι τοὺς πραγματικοὺς περὶ τοὺς αὐτοὺς τόπους. Ῥουτιλίου Λούπου. ἔτους ιζ Θεοῦ Τραιανοῦ Μεχεὶρ κγ. Διδύμου Πρωτάρχου κατασπορέως εἰπόντος ἦχθαι καὶ αὐτὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ εἰς κατασπορείαν ἀξιοῦντός τε, ἐπεὶ κοινόβιοί εἰσιν, τὸν ἕτερον αὐτῶν ἀπολυθῆναι

---

Documentary Papyri, SB 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;6.
