# SB 6 9085inv16055

Documentary Papyri, SB 6, SB 6 9085 [16055]. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-6/9085inv16055
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-6/9085inv16055

βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου αὐτοκράτορος ἔτους ἑβδόμου Θὼθ πεντεκαιδεκάτῃ ὀγδόης ἰνδικτίονος. Αὐρηλίᾳ Ἀφθονίᾳ τῇ εὐγενεστάτῃ θυγατρὶ τοῦ μακαρίτουὙψίστου ἀπὸ τὴς Ἑρμοπολιτῶν παρὰ Αὐρηλίου Βίκτορος υἱοῦ Ἀνουφίου μητρὸς Ἡραίδος γεωργοῦ ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας ἐπὶ διετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ εἰσιούσης ἐνάτης ἰνδικτίονος καὶ αὐτῆς τὰς διαφερούσας σοι ἀρούρας δύο σπορίμης καὶ ἀνύδρου γῆς πλείω ἔλαττον οὐσῶν ἐν τῷ ἀπηλιώτῃ τῆς αὐτῆς πόλεως ἐκ νότου τοῦ χώματος ἐξ ἀπηλιώτου πρὸς νότον τῆς ἁγίας Ἀρετῆς ὑπὸ τὴν παραφυλακὴν τῶν ἀπὸ κώμης Ἐνσεῦ τοῦ Ἑρμοπολίτου νομοῦ εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι, φόρου τούτων κατʼ ἔτος σίτου ἀρταβῶν δώδεκα γίνονται σίτου ιβ, ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ τῷ Ἀθηναίῳ ἀποδώσω καὶ ἀποκαταστήσω εἰς οἶκόν σου ἐν Ἑρμοῦ πόλει ἰδίοις μου ζῴοις καὶ ἀναλώμασι ἐν τῷ Ἐπεὶφ μηνὶ κατʼ ἔτος ἀνυπερθέτως μετὰ τῆς συνηθείας σταχύων δέματα ὀκτὼ καὶ ἀχύρου σιτίνου σαργάνην μίαν καὶ γάλακτος χύθραν μίαν… ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Βίκτωρ Ἀνουφίου γεωργὸς ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Βίκτωρ … ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. …ερ ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου … ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. δι’ ἐμοῦ … συμβολαιογράφου ἐγράφη

---

Documentary Papyri, SB 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;6.
