# SB 6 9146

Documentary Papyri, SB 6, SB 6 9146. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-6/9146
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-6/9146

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων ἔτους Διοκλητιανοῦ … μηνὸς … ἰνδικτίωνος … ἐν Ἡρακλεοπόλει. τῷ δεῖνι … Μενέλαος Πανᾶς ὡς ἐτῶν … … υἱὸς τοῦ Ἰωάννου Ἄπα Γερίωνος … καὶ διμοιρε καὶ Ἀπολλῶς πρεσβύτερος ὡς ἐτῶν … φαλακρὸς μελάγχρης, ἀμφότεροι ἀπὸ χωρίου Θμοιαμούνεως τοῦ Ἡρακλεοπολίτου νομοῦ χαίρειν. ὁμολογοῦμεν ἐξαλληλεγγυως, ὁπότερος ἡμῶν ἐνεχόμενος ὑπὲρ τοῦ ἑτέρου, ὁ εὔπορος ὑπὲρ τοῦ ἀπόρου, ὁ παρὼν ὑπὲρ τοῦ ἀπόντος, ὁ ζῶν ὑπὲρ τοῦ ἀποθνήσκοντος, ἐγγυᾶσθαι παρὰ τῇ ὑμετέρᾳ εὐκλεεῖ δεσποτείᾳ καὶ ἀναδέχεσθαι Οὐαλήριον πρεσβύτερον υἱὸν Ψεείου καὶ Ἰουστίναν γαμετὴν αὐτοῦ καὶ Τερμούτιον θυγατέρα καὶ Ἀντώνιον τὸν τούτου ὁμογνήσιον ἀδελφὸν καὶ Εὐδοξίαν γαμετὴν αὐτοῦ καὶ Μηνᾶν καὶ Θεόδωρον τέκνα αὐτοῦ ἀπὸ τοῦ αὐτοῦ Θμοιαμούνεως χωρίου, οὕστινας ἐπιζητουμένους παρʼ ὑμῶν, ἡνίκα ἂν κελεύσητε, παραγάγωμεν καὶ παραδώσωμεν ὑμῖν ἐν τῇ δημοσίᾳ φυλακῇ χωρὶς λόγου, ἔνθα αὐτοὺς καὶ παρειλήφαμεν, ἤγουν ὥστε ἡμᾶς τὰς ἀπολογίας ὑπὲρ αὐτῶν ποιήσασθαι πᾶσιν τοῖς παρʼ ὑμῶν πρὸς αὐτοὺς ἐπιζητουμένοις· καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν καὶ ἀπελύσαμεν. ⲁⲛⲁⲕ ⲡⲉ ⲡⲡⲁⲡⲁ ⲁⲡⲗⲱ στοιχεῖν ⲁⲩⲱ ⲛⲥϩⲉⲓ ϩⲁ ⲛⲗⲉⲩ ϫⲉ ⲧⲟⲩⲥⲁⲟⲩⲛ ⲛⲥϩⲉⲓ ⲉⲛ Ἀβωνᾶ υἱὸς τοῦ μακαρίου Σισινίου ἀφʼ Ἡρακλεοπόλεως μαρτυρῶ Συνούθιος υἱὸς τοῦ μακαρίου Σευήρου ἀφʼ Ἡρακλεοπόλεως μαρτυρῶ Σινούθιος ἐλέῳ θεοῦ διάκονος τοῦ ἁγίου Ἰωάννου μαρτυρῶ διʼ ἐμοῦ Συγκριτίου συμβολαιογράφου

---

Documentary Papyri, SB 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;6.
