# SB 6 9153

Documentary Papyri, SB 6, SB 6 9153. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-6/9153
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-6/9153

ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν καὶ σεβαστοῦ τοῦ θειοτάτου Φλαουίου Μαυρικίου Τιβερίου ἔτους ιγ Θὼθ … ἀρχῇ τῆς ἰνδικτίωνος εὐτυχοῦς πεντεκαιδεκάτης ἐν Ἡρακλεοπόλει. Φλαουίῳ Ἰωάννῃ τῷ λαμπροτάτῳ τραπεζίτῃ τοῦ ἐνδόξου οἴκου Σίρεως τοῦ περιβλέπτου κόμετος … κυρίου ἡμῶν … πόλεως … Ἰερημίας βοηθὸς τοῦ αὐτοῦ ἐνδόξου οἴκου υἱὸς ἄπα Σίωνος ἀπὸ τοῦ Ἰουστίνης οἴκου ἐν τῇ αὐτῇ Ἡρακλέους πόλει ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ τῆς ὑμετέρας λαμπρότητος ἀπὸ τῶν διαφερόντων αὐτῆς ἐν λαύρᾳ Φελῶ ἀπὸ οἰκίας ὅλης ἀνεῳγμένης εἰς λίβα ὑπογει…ποπ…ν καὶ ἐν τῇ δευτέρᾳ στέγῃ κοιτωνάριν ἓν λεγόμενον νυμφοταμῖον ἀνεῳγμένον εἰς ἀπηλιώτην καὶ ἐν τῷ καταγαίῳ καμάραν μίαν καὶ ἐν τῷ δώματι ἀρτοθήκην μίαν μετὰ ἀναλογίας τῆς τε αὐλῆς καὶ τοῦ φρέατος καὶ παντὸς δικαίου αὐτῶν, ἐφʼ ὅσον βούλεσθε χρόνον ἀπὸ τῆσδε τῆς προγεγραμμένης ἡμέρας, ἐνοικίου τούτων κατʼ ἔτος χρυσοῦ κερατίων δώδεκα, γίνεται χρυσοῦ κεράτια ιβ. ἡ παροῦσα μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἐγὼ Ἰερημίας βοηθὸς οἴκου Σίρεως υἱὸς ἄπα Σίωνος ὑπογεγραμμένος. στοιχεῖ μοι ταύτην τὴν μίσθωσιν, ὡς πρόκειται. διʼ ἐμοῦ …ειδεως …αμωβιου ἐγράφη. μίσθωσις Ἰερημίου υἱοῦ ἄπα Σίωνος βοηθοῦ οἴκου ὄντος ἐν Ἡρακλεοπόλει κοιτωναρίου λεγομένου νυμφοταμίου ἐνοικίου χρυσοκερατίων ιβ …

---

Documentary Papyri, SB 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;6.
