# SB 6 9220

Documentary Papyri, SB 6, SB 6 9220 b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-6/9220
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-6/9220

Θεοκλῆς Ζήνωνι χαίρειν. καλῶς ἂν ποιήσαις ἐγδεξάμενος ἡμᾶς πρὸς τὸν τελώνην Ζήνωνα τοῦ κίκιος, μάλιστα μὲν εἰ βούλεται δοῦναι τοὺς ξ μετρητὰς οὓς προσοφείλουσιν πρὸς τὸ σύμβολον, εἰ δὲ μή, τούς γε ἡμίσεις λ μετρητὰς ὡσαύτως, ἐφʼ ὧι τὸ σύμβολον κομιοῦμεν παρʼ Ἀπολλωνίου. τοῦ πλήθους ὅσον ἂν λάβωμεν ἢ τὴν τιμὴν ἐκτίσομεν· χειμαζόμεθα γὰρ ὑπὸ τῶν λινεψῶν οὐχ ὡς ἔτυχεν ὑπολόγους ἡμῖν ἀναφερόντων. ἀπεστάλκαμεν δὲ περὶ τούτου παλαίτερον εἰς Ἀλεξάνδρειαν πρὸς Ἀπολλώνιον, προαιτοῦντες πρὸς τοῖς ξ μετρηταῖς τοῖς ἐνοφειλομένοις ἄλλους σ. καὶ πέπεισμαι διὰ ταχέων ἡμῖν ἥξειν τὸ σύμβολον. διὸ προειδὼς ἀσφαλῆ τὴν ἐγδοχὴν οὖσαν ἀξιῶ σε παρασχέσθαι ταύτην ἡμῖν τὴν χρείαν. ἔρρωσο. ἔτους λβ, Θωὺθ κϛ. ἔτους λβ, Θωὺθ κζ. Θεοκλῆς ἐγδέξασθαι κῖκι. Ζήνωνι … κίκιος. Θεοκλῆς Ζήνωνι χαίρειν. ἐκομισάμην τὴν ἐπιστολὴν ἐν ἧι καὶ τὴν παρὰ τοῦ δείνος περὶ τοῦ τελώνου Ζήνωνος ὑπέγραψας. ἐπεὶ οὖν δυσκόλως οὕτως ἡμῖν συναντῶσιν οἱ λινεψοί, ἀξιῶ ὑπερθέσθαι τὰς ἡμέρας, τοῦ πράγματος οὐκ ἐφʼ ἡμῖν ὄντος, ἀλλʼ ἐπὶ τῶι τοῦ διοικητοῦ προστάγματι. γεγράφαμεν γὰρ πρὸς αὐτὸν ἐπιστολὰς περὶ τοῦ συμβόλου τοῦ κίκιος τούς τε ἐνοφειλομένους ξ μετρητὰς αἰτοῦντες καὶ σ ἄλλους προσαιτοῦντες. γεγραφήκαμεν γὰρ καὶ Διοτίμωι περὶ τῶν αἰτουμένων ?. πέπεισμαι δὲ παρʼ ἑνός τινος αὐτῶν ἥξειν τὸ πρόσταγμα εἰς ἡμέραν τινα. καλῶς οὖν ὑπὲρ ἐμοῦ αἰτήσεις εἴς γε τὸ ἀναγκαῖον τὸ τοῖς λινεψοῖς διδόμενον, ὅπως ἔχωμεν ἕως τοῦ παραγενέσθαι παρʼ αὐτῶν τὰς ἐπιστολάς, ἐγδεξάμενος ἕως Φαῶφι τριακάδος πρόσταγμα κομιεῖν ἡμᾶς ἢ τὴν τιμὴν παραχρῆμα τάξεσθαι μετρητῶν δέκα μόνον. ἔρρωσο. ἔτους λβ Φαῶφι γ. ἔτους λβ Φαῶφι ε. Θεοκλῆς περὶ λινεψῶν Ζήνωνι.

---

Documentary Papyri, SB 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;6.
