# SB 6 9229

Documentary Papyri, SB 6, SB 6 9229. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-6/9229
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-6/9229

τὸ πραχθὲν ὑπʼ αὐτοῦ οὕτως ἔχει πρὸ ἐτῶν δύο καὶ, ὃ νῦν ἐνέτυχον κατʼ αὐτοῦ Πετεήσιως, ὑ…χθη τῇ θυγατρὶ αὐτοῦ, ἵνα μὴ τὸ καθʼ ἓν γράψω, μοσχοία κ πυροῦ· ἀπ…χίστησαν ἀλλήλων καὶ ανην…αν· περὶ τούτου γέγραμμαι καὶ ἔστιν παρὰ τὸ πολὺ καὶ ὁ πατὴρ ἡμῶν, μᾶλλον ἰδιοπραγμονέστερος ὤν, ἤδη περὶ τούτου ὤχλησε, ἐπεὶ ὁ ἄνθρωπος ὑγιής ἐστιν, ὅπερ δύνῃ παρὰ πολλῶν μαθεῖν, πάλιν λόγῳ ἐνοχλεῖ σήμερον· οὐκ οἴδαμεν ἃ δεκατρεῖς μῆνας ὅσʼ ἠξίωσε καὶ δέομαι ασ…ν μου τὸν πατέρα ποιῆσαι· ἐπὶ τούτοις γὰρ καυχον φυσι οὐδὲν ποιῶ· σκύλλω αὐτόν· …ολουνων εἰς Τάλμιν καὶ Νερ…ς δὲ ὁ υἱός μοι διηγήσατο ἃ πάσχει ὁ πατὴρ ἡμῶν ἀπʼ αὐτοῦ· μόνος γὰρ ἦν ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ οὐδένα ἔχει

---

Documentary Papyri, SB 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;6.
