# SB 6 9619

Documentary Papyri, SB 6, SB 6 9619. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-6/9619
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-6/9619

ἔτους τετάρτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ μεγίστου μηνὸς Λωίου Παῦνι ιε ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἡλιόδωρος Σώτου τοῦ Ἥρωνος τῶν κεκοσμητευκότων ὡς ἐτῶν τεσσαράκοντα δύο ἄσημος Ἀφροδεισίῳ Διδύμου ὡς ἐτῶν εἴκοσι ὀκτὼ ἐπιτρόπῳ Μάρωνος τοῦ Μάρωνος καὶ Φιλουμένης καὶ Σαράπιδος τῶν τριῶν ἀφηλίκων τέκνων Μάρωνος Σαραπίωνος ἀγορανομήσαντος καὶ τῇ τῶν ἀφηλίκων μητρὶ οὔσῃ καὶ ἐπακολουθούσῃ τῆς ἐπιτροπῆς Ἀμμωνίᾳ Ἀπίωνος ὡς ἐτῶν τριάκοντα τεσσάρων ἀσήμῳ μετὰ κυρίου Ἰσιδώρου Ἥρωνος ὡς ἐτῶν τεσσαράκοντα ἀσήμου ἀπέχειν τὸν Ἡλιόδωρον παρὰ τῶν περὶ τὸν Ἀφροδείσιον ἐκ τοῦ τῶν ἀφηλίκων λόγου ἀργυρίου δραχμὰς δισχιλίας οὔσας λοιπὰς ἀργυρίου δραχμῶν ἑξακισχιλίων οὐσῶν ταλάντου ἑνός , ὧν ὤφειλεν αὐτῷ Ἡλιοδώρῳ ὁ τῶν ἀφηλίκων πατὴρ Μάρων ὁ προγεγραμμένος κατὰ χειρόγραφον δισσὸν γεγονὸς τῷ ὀκτωκαιδεκάτῳ ἔτει Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου καὶ θεοῦ Αὐρηλίου Ἀντωνείνου μηνὶ Μεχεὶρ· ἀπὸ δὲ τοῦ δισσοῦ χειρογράφου μοναχὸν ἀποδεδωκέναι τὸν Ἡλιόδωρον τὸ ἕτερον τοῖς περὶ τὸν Ἀφροδείσιον ὥστε τοῖς ἀφήλιξι εἰς ἀθέτησιν καὶ ἀκύρωσιν τὸ δὲ ἕτερον χειρόγραφον φάσκειν τὸν αὐτὸν Ἡλιόδωρον παραπεπτωκέναι, ὃ καὶ συνχωρεῖ ἄκυρον εἶναι καθʼ ἅπαντα τρόπον αὐτῷ τε καὶ παντὶ τοῦτο ἐπιφέροντι. ἀφʼ ὧν δραχμὰς δισχιλίας … φάσκουσιν …ρουαι…ιια περὶ γύον αὐτοῦ τοῦ Ἀφροδισίου διὰ τῆς πράσεως ἀσφαλείας τῶν ἀρουρῶν … καλαμίας α…ι σὺν μ…ουσι περὶ κώμην Σεβεννύτου τὰς δὲ ἀργυρίου δραχμὰς ἑξακοσίας … καὶ τὰς ἀργυρίου δραχμὰς τετρακισχιλίας εἰς συμπλήρωσιν τοῦ ὅλου κεφαλαίου ταλάντου ἑνὸς καὶ τοὺς τόκους …π…ρ… καλαμία… τὴν προγεγραμμένην τῶν ἀφηλίκων μητέρα Ἀμμωνίαν ἐκ τοῦ ἰδίου αὐτῆς νυνὶ καὶ ἔτι πάλαι ἀκολούθως οἷς ἔσχεν εἰς αὐτὴν τοῦ Ἡλιοδώρου ἰδιογράφοις γράμμασιν· ἐπʼ αὐτῆς τῆς καλαμίας μὴ ἐπελεύσεσθαι μηδὲ αὐτὸν τὸν Ἡλιόδωρον μηδὲ τοὺς παρʼ αὐτοῦ μηδʼ ἐπὶ τοὺς προγεγραμμένους ἀφήλικας μηδὲ ἐπί τινα αὐτῶν μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῶν περὶ μηδενός, ὧν ἀπέχει, καθὼς πρόκιται, νυνὶ καὶ ἔτι πάλαι κεφαλαίου ἀργυρίου ταλάντου ἑνὸς μηδὲ περὶ τόκων αὐτῶν διὰ τὸ καὶ τούτους αὐτὸν ἀποσχηκέναι κατʼ ἀνδρὸς διὰ χειρὸς μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος μηδὲ ὀφειλήματος μηδὲ παντὸς τῷ καθόλου συναλλάγματος μηδʼ ἐγγράπτου μηδὲ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί, καταβεβλημένου τοῦ ὑπὲρ ἐπιστάλματος ὡρισμένου. Ἡλιόδωρος Σώτου Ἥρωνος ἀπέχω παρὰ τῶν περὶ πὸν Ἀφροδείσιον ἀργυρίου δραχμὰς δισχιλίας οὔσας λοιπὰς ἀπὸ τῶν δραχμῶν ἑξακισχιλίων οὐσῶν ταλάντου ἑνός , ὧν ὤφειλεν ὁ τῶν … ὑπὸ αὐτοῦ ἀφηλίκων τέκνων πατὴρ Μάρων κατὰ χειρόγραφον δισσόν· ἀπὸ δισσῶν δὲ τὸ ἕτερον ἀναδέδωκα μὲν τοῖς ἀφήλιξι εἰς ἀκύρωσιν, τὸ δὲ ἕτερον δισσὸν παραπέπτωκεν … καθʼ ἅπαντα τρόπον καὶ οὐδενὶ ἐνποιήσομαι οὐδὲ περὶ τούτων οὐδὲ περὶ ἄλλου, ὃ ἀπέσχον … δραχμῶν τετρακισχιλίων οὔτε περὶ τῶν ἄλλων οὐδενὸς πράγματος οὔτε περὶ δραχμῶν ἑξακοσίων τόκων … κεχάρακται Παῦνι …

---

Documentary Papyri, SB 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;6.
