# SB 8 9642_1

Documentary Papyri, SB 8, SB 8 9642 (1). Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-8/9642_1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-8/9642_1

… τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Σαταβοῦτος ὡς ἐτῶν πεντήκοντα οὐλὴ χειρὶ ἀριστερᾶι συνκεχωρηκέναι τὴν ὁμολογοῦσαν Ταμύσθαν μετὰ τὴν ἑαυτῆς τελευτὴν εἶναι τῆς γεγονυίας αὐτῇ ἐκ τοῦ μεταλλαχότος αὐτῆς ἀνδρὸς …αβίωνος τοῦ Ἥρωνος θυγατρὸς Ταορσενούφεως τὸ ὕπαρχον αὐτῇ Ταμύσθᾳ ἀγοραστὸν παρὰ Πτολεμαίδος καὶ Διδῖτος καὶ Τα…ητ… ἐπὶ τὸ αὐτὸ ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον οἰκίας παλαιᾶς καὶ αὐλῆς καὶ τῶν συνκυρόντων πάντων ἐν τῇ προκιμένῃ κώμῃ Ταλεί, ἧς αἱ γειτνίαι καὶ τὰ ἄλλα δίκαια διὰ τῶν περὶ αὐτοῦ οἰκονομιῶν δεδήλονται, ἔτι δὲ καὶ τὰ ὑπʼ αὐτῆς Ταμύσθας καταλειφθησόμενα ἐπίπλοα σκευῆ ἐνδομενία ἱματισμὸν ἐνοφειλόμενα αὐτῇ καθʼ ὃν δήποτε οὖν τρόπον, ἐφʼ ὧι καὶ αὐτὴ ἡ Ταορσενοῦφις ποιήσεται τὴν τῆς μητρὸς Ταμύσθας κηδείαν καὶ περιστολὴν ὡς καθήκει καὶ δώσει τῶι ἑαυτῆς ἀδελφῶι Ἥρωνι ἃς ἡ μήτηρ Ταμύσθα συνχωρεῖ διδόναι αὐτῶι ἀργυρίου δραχμὰς εἴκοσι · ἐφʼ ὃν δὲ χρόνον περίεστιν ἡ ὁμολογοῦσα Ταμύσθα ἔχειν αὐτὴν τὴν κατὰ τῶν συνκεχωρημένων ὑπαρχόντων ὁλοσχηρῆ ἐξουσίαν οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῆται. ὑπογραφεὺς Ἰσχυρίων Ἰσχυρίωνος ὡς ἐτῶν λϛ οὐλὴ γόνατι ἀριστερῷ. μάρτυρες Εὔτυχος Ἀρείου ὡς ἐτῶν …β οὐλὴ … ἀριστερ , Σαγάθης Ἀρείου ὡς ἐτῶν λε οὐλὴ ἀντικνημίῳ δεξιῷ, Πτολλαρίων Εὐτύχου ὡς ἐτῶν … οὐλὴ ὀφρύι ἀριστερᾷ, Πακῆβκεις Ψοίφιος ὡς ἐτῶν μβ οὐλὴ οφρυι δεξιᾷ, Ὀννῶφρις Π…σιος ὡς ἐτῶν κα οὐλὴ γαστροκνημίᾳ δεξιᾷ, Ψενκῆβκις Πακήβκιος ὡς ἐτῶν β… οὐλὴ ὀφρύι δεξιᾷ. Ταμύσθα Ἀπολλωνίου τοῦ Ἡρακλείδου μητρὸς Θενπ…ρώφεως ὁμολογῶ συνκεχωρηκέναι μετὰ τὴν ἐμὴν τελευτὴν εἶναι τῆς θυγατρός μου Ταορσενούφεως τὸ ἥμισυ μέρος τῆς οἰκίας καὶ αὐλῆς καὶ τὰ ὑπʼ ἐμοῦ καταλειφθησόμενα καὶ συνχωρῶ ταῖς ἄλλαις διαστολαῖς καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Ἰσχυρίων Ἰσχυρίωνος μὴ εἰδότων γράμματα. Εὔτυχος Ἀρείου μαρτυρῶ ὡς πρόκειται. Σαγάθης Ἀρείου μαρτυρῶ καθὼς πρόκιται. Πτολλαρίων Εὐτύχου μαρτυρῶ καθὼς πρόκειται. Πακῆβκις Ψοίφιος μαρτυρῶ καθὼς πρόκιται. Ὀννο͂φρις …σιος μαρτυρῶ καθὼς πρόκιται. Ψενκῆβκις Πακήβκιος μαρτυρῶ καθὼς πρόκιται. ἀναγέγραπται διὰ Λουρίου τοῦ πρὸς τῶι γραφείῳ Τεβτύνεως.

---

Documentary Papyri, SB 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;8.
