# SB 8 9642_4

Documentary Papyri, SB 8, SB 8 9642 (4). Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-8/9642_4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-8/9642_4

ἔτους … Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Ἀπελλαίου ιε Φαῶφι ιε ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ … πρεσβύτερος Διδᾶ τοῦ Διδύμου μητρὸς Διοσκοροῦτος τῆς Μοσχίωνος τῶν ἀπὸ τῆς μητροπόλεως … ὡς ἐτῶν πεντήκοντα οὐλὴ χείλει τῷ ἄνω ἐξ ἀριστερῶν συνκεχωρηκέναι μετὰ τὴν ἑαυτοῦ τελευτὴν εἶναι τοῖς γεγονόσι αὐτῷ ἐκ τῆς ἑαυτοῦ γυναικὸς Κλεοπάτρας τῆς Διονυσίου υἱοῖς δυσὶ Ἀμμωνίῳ καὶ Ἡρακλείδῃ ἑκάστῳ ἐξ ἴσου τὴν ὑπάρχουσαν αὐτῷ περὶ …ωνίου τοῦ καὶ Ἀρείου Ἀρχιστρατείου τοῦ καὶ Ἀλθαιέως ἀμπελῶνος ἑκτολογουμένου ἄρουραν μίαν καὶ τὸ ὕπαρχον αὐτῷ ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον πρὸς τὸν ἀδελφὸν αὐτοῦ Μοσχίωνα οἰκίας καὶ αὐλῆς καὶ ὅσα ἐὰν ἄλλα καταλείψει … ἢ καὶ ἕτερα σὺν τοῖς ἄλλοις ἐλευσομένοις εἰς αὐτὸν ἀφʼ οὗ δήποτε οὖν τρόπου, ἔτι δὲ καὶ τὰ ὑπʼ αὐτοῦ ἀπολειφθησόμενα ἐπίπλοα … καὶ ἐνδομενία καὶ ἐνοφειλόμενα αὐτῷ καθʼ ὃν δήποτε οὖν τρόπον. ἡ δὲ προγεγραμμένη αὐτῶν μήτηρ Κλεοπάτρα … ἀφʼ οὗ ἐὰν ἔτους τελευτήσῃ ἐφʼ ὃν χρόνον περίεστιν καὶ ἄγαμος καθέστηκεν τὰ προ… ἐνοικεῖν ἐν τοῖς οἰκοπέδοις καὶ δουλεύεσθαι ὑφʼ ὧν ἐὰν καταλείψει δουλικῶν σωμάτων … αὐτὴν Κλεοπάτραν τρεφούσης αὐτῆς καὶ ἱματιζούσης τὰ αὐτὰ ἐξ ἀλλήλων τέκνα … … τοῖς αὐτοῖς τέκνοις ἐξουσίας μηδὲν ἐπὶ καταχρηματισμὸν οἰκονομῆσαι κατὰ τῶν … … τῆς μητρὸς αὐτῶν πρὸς τὸ μένειν αὐτῇ τὴν καρπείαν καὶ ἐνοίκησιν καὶ δουλείαν … τοῦ σώματος αὐτοῦ κηδείαν εἰσενενκέτωσαν ἀργυρίου δραχμὰς διακοσίας … τὸ σῶμα αὐτοῦ ἐν τοῖς περὶ τὸν Λαβύρινθον τόποις αὐτῷ. ἀκυρῶν ὄντων … κατὰ πάντα τρόπον, τοῦτο δὲ τὸ συνχώρημα κύριον εἶναι σὺν τοῖς διʼ αὐτοῦ ἐγγεγραμμένοις ἐφʼ ὃν δὲ χρόνον περίεστιν ὁ ὁμολογῶν ἔχειν αὐτὸν κατὰ τῶν ἑαυτοῦ ὑπαρχόντων ὁλοσχερῆ ἐξουσίαν πωλεῖν ὑποτίθεσθαι μεταδιατίθεσθαι …ς ἄλλῳ δὲ οὐδενὶ οὐδενὸς ὑποχωρῶ. μάρτυρες Ἡρακλείδης ὁ καὶ Γέμελλος Ἡρακλείδου ὡς ἐτῶν …ων οὐλὴ ὀφρύι δεξιᾷ, Δίδυμος Ὠριγένους τῶν κεκοσμητευκότων ὡς ἐτῶν τεσσαράκοντα πέντε … Σάτυρος ὁ καὶ Ὡρίων Μαρίωνος ὡς ἐτῶν τριάκοντα οὐλὴ ὀφρύι ἀριστερᾷ, Μυσθῆς Διδύμου ὡς ἐτῶν τριάκοντα … Σαβεῖνος Ἀπολλωνίου τοῦ καὶ Ἰσιδώρου ὡς ἐτῶν πεντήκοντα … Διόσκορος Ῥούφου ὡς ἐτῶν τριάκοντα ὀκτὼ οὐλὴ ποδὶ δεξιῶι, οἱ ἓξ … συνεχώρησα μετὰ τὴν τελευτήν μου τοῖς υἱοῖς μου Ἀμμωνίωι καὶ Ἡρακλείδῃ … ἄρουραν μίαν καὶ τὸ ἥμισυ μέρος τῆς οἰκίας καὶ αὐλῆς καὶ ὅσα ἐὰν καταλείψω …ου ἢ καὶ ἑτέρων σὺν τοῖς ἄλλοις ἐλευσομένοις εἴς με ἀφʼ οὗ δήποτε οὗν τρόπου … καὶ τὰ ἐνοφειλόμενα καὶ γενήματα, τῆς γυναικός μου Κλεοπάτρας … καὶ ἐνοικούσης καὶ δουλευομένης, τρεφούσης καὶ ἱματιζούσης …ς καὶ συνεπείσθη ἅπασι καθὼς πρόκιται καὶ σφραγιῶι γλύμματι … Ἡρακλείδου τοῦ καὶ Λουρίου τοῦ Ἡρακλείδου μαρτυρῶ καὶ σφραγιῶ Δίδυμος Ὡριγένους τῶν κεκοσμητευκότων μαρτυρῶ καὶ σφραγιῶ. Σάτυρος ὁ καὶ Ὡρίων Μαρίωνος μαρτυρῶ καὶ σφραγιῶ. Μυσθῆς Διδύμου μαρτυρῶ καὶ σφραγιῶ. Σαβεῖνος Ἀπολλωνίου τοῦ καὶ Ἰσιδωρου μαρτυρῶ καὶ σφραγιῶ. Διόσκορος Ῥούφου μαρτυρῶ καὶ σφραγιῶ.

---

Documentary Papyri, SB 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;8.
