# SB 8 9642_5

Documentary Papyri, SB 8, SB 8 9642 (5). Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-8/9642_5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-8/9642_5

ἔτους … Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Παχὼν γ ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Πετεσοῦχος Πελμάσιος τοῦ …ούτου μητρὸς Θεννεφερῶτος ἀπὸ κώμης Κερκεσούχων Ὄρους … συνκεχωρηκέναι μετὰ τὴν ἑαυτοῦ τελευτὴν ἶναι ἑαυτοῦ … ἐὰν δέ τις αὐτῶν μὴ περιῇ τὰ τούτου τέκνα ὡς καὶ εἶναι … Κερκεσοῦχα Ὄρους τήν τε ἐν δυσὶ σφραγῖσι κλήρου … ἱερᾶς γῆς ἀρούρης μιᾶς τρίτου τὸ ἐκ τοῦ πρὸς νότον μέρους …τον μέρος φοινικῶνος ἑκτολογουμένου ἀρούρης μιᾶς … ὡς ὑποκεῖται καὶ τὰ ὑπάρχοντα αὐτῷ ἐν τῇ κώμῃ μέρη οἰκοπέδων … τὰ ὑπάρχοντα παντοῖα καὶ ἐπίπλοα καὶ σκεύη καὶ … ἢ καὶ ἕτερα καθʼ ὃν δήποτε οὖν τρόπον. τῇ δὲ θυγατρὶ Ταπετεῦτι … χωρὶς τῆς αὐτῆς φερνῆς καὶ παραφέρνων, καὶ νυνὶ τὸ λοιπὸν … σχοινισμοῦ τοὺς ποτισμοὺς ποιήσεται διὰ τοῦ …υ τοῦ δὲ Πετεσούχου ποιουμένου τὰς ἐχύσεις τοῦτο …τος εἶναι καὶ τοῦς ὑπολελειμμένους ὡς πρόκειται φοίνικας … αὐλὴ τοῦ λεγομένου, τὸν δὲ ἕτερον κοινὸν ἀπὸ φοινίκων … δὲ τῶν διατεταγμένων αὐτῇ ὡς πρόκειται φοινίκων …υ τοῦ φοινικῶνος ἀρούρης τετρακαιεξηκοστὸν ἐν καὶ … Πετεσοῦχον οὔσης τῆς τοῦ πατρὸς κηδείας καὶ περιστολῆς … ἐφʼ ὃν δὲ χρόνον περίεστιν ὁ ὁμολογῶν Πετεσοῦχος … καὶ ὁλοσχερῆ ἐξουσίαν οἰκονομεῖν περὶ αὐτῶν ὧς ἐὰν αἱρῆται. … οὐλὴ μετώπῳ μέσωι. Πετεσοῦχος Πελμάσιος ὁμολογῶ συνκεχωρηκέναι … μου Πετεσοῦχον καὶ Ταπετέα, ἐὰν δέ τις αὐτῶν μὴ περιῇ … κλήρου κατοικικοῦ ἄρουραν μίαν καὶ ἱερᾶς γῆς ἀρούρης ἡμίσους … τὰ μέρη τῶν οἰκοπέδων καὶ τὴν ἐνδομενίαν μου πᾶσαν …ι χωρὶς τῆς φερνῆς καὶ παραφέρνων, τὸ τῆς ἱερᾶς γῆς … ἄλλαις διαστολαῖς καὶ σφραγιῶ γλύμματι Ἡρακλέους … Πετεεῦς νεώτερος Φομνάσιος μαρτυρῶ καὶ … σφραγιῶ γλύμματι Σαράπιδος. Πετεεῦς πρεσβύτερος Πετεεῦτος μαρτυρῶ … καὶ σφραγιῶ γλύμματι Ἕρμους. Ἁρσιῆσις Πελωεῖς … μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Μεστασύτμιος … Ἡρώδης Διονυσίου ὡς ἐτῶν μ οὐλὴ ἀντικνημίῳ ἀριστερῶι …ν οὐλὴ ὀφρύι δεξιᾷ. Ἁρσιῆσις Πελώιος … ὡς ἐτῶν λβ οὐλὴ ἀντίχειρι ἀριστερῷ

---

Documentary Papyri, SB 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;8.
