# SB 8 9683

Documentary Papyri, SB 8, SB 8 9683. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-8/9683
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-8/9683

τῷ δεσπότῃ μου καὶ ὡς ἀληθῶς τιμίῳ πάτρωνι ἀδελφῷ Ἥρωνι κεντ…ι Τιμόθεος. Παῦλος τῶν στρατιωτῶν ἀφήρπαξεν τὸ μονόβολον τῶν ἀδελφῶν ἡμῶν. Ἄπα Ὧρος τῶν διακόνων τῆς Ἀγκυρωνίτου ὑπὲρ οὐδὲν χρεωστεῖ αὐτῷ ἢ μὴ μόνον δισχιλίων τετρακοσίων μυριάδων · καὶ πολλῶν μοναζόντων ἀναχωρητῶν καὶ πρεσβυτέρων καὶ διακόνων καὶ ἀγεμίστου ἀρίθμιον, καὶ αὐτοῦ γὰρ διαφέρει τὸ μονόβολον· καὶ εἶπεν Ὡριγένης ὅτι ἐπροσφώνησεν Ἄπα Αἰαντῖνος τῶν πρεσβυτέρων μονῆς Ἀγκυρωνίτου τὰς δισχιλίας τετρακοσίας μυριάδας · καὶ ὁ προυκωράτωρ αὐτοῦ οὐδὲν ἔλαβεν ἢ μὴ μόνον χιλίας διακοσίας μυριάδος . ἀξιῶ καὶ παρακαλῶ σου, δέσποτα, ποίησον αὐτὸν ἐκεῖνον τὸν Παῦλον ἐλθεῖν εἰς Θελβὼ καὶ διαλύσασθαι μετʼ αὐτοῦ, ἐπὶ γὰρ Κόμον ἢ τὸν πλοῖον αὐτοῦ οἴνου καὶ ὁ στρατιώτης τὸν ὁδεύοντα οὐ μόνον διακοσίων διπλῶν μεγάλων ἀφήρπαξεν, καὶ ἐφʼ ὃ κέλευσον τὸν ἀδελφὸν ἡμῶν Ὀνουων ἐστὶ ἁλιεὺς ἡμῶν ἀξιῶ οὖν, δέσποτα, κέλευσον αὐτὸν ἐλθεῖν· εἴσεται διὰ αὐτοῦ· ἐὰν θελήσῃς πάλιν ἐλθεῖν ἐπὶ τὸ κρῖμα, ἐλθὲ ὅπου θέλης· καὶ γὰρ σὺ γὰρ ὁ πάτρων τῶν πλοίων αὐτοῦ, ὅτε γὰρ κατεῖχε αὐτὸ ἐν Ἡρακλέους, σὺ γὰρ διαλυθῆναι αὐτὸ αὔξεις. πολλὰ προσαγωρεύω, δέσποτα ἄδελφε, προσαγωρεύω τὸν κύριον τὸν τριβοῦνον καὶ τὸν Κωφίω καὶ πάντες ἐν τῷ οἴκῳ ὑμῶν. ἐρρῶσθαί σε εὔχομαι ὑμᾶς πολλοῖς χρονίοις, διευτύχει. τῷ δεσπότῃ μου καὶ ὡς ἀληθῶς τιμίῳ πάτρωνι ἀδελφῷ Ἥρωνι παρὰ Τιμοθέου

---

Documentary Papyri, SB 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;8.
