# SB 8 9699.15.354-9699.18.393

Documentary Papyri, SB 8, 9699.15.354 to 9699.18.393. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-8/9699.15.354
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-8/9699.15.354

πλείω ὑπὲρ δαπάνης εἰς Χοιὰκ α ἀργυρίου δραχμαὶ κδ ὀβολὸς ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Τῦβι. αἱ δὲ δαπάναι τοῦ μηνὸς Χοιὰκ καὶ Τῦβι ιε ἐγένοντο διʼ αὐτοῦ Ἐπιμάχου ἐμοῦ Διδύμου ἀσθενοῦντος, ὧν λήμματα τοῦ Τῦβι ἀπὸ ιζ ἕως λ ιζ τιμῆς πυροῦ ἀρταβῶν ε εἰς δαπάνην πεπραμένων κατὰ μέρος κατʼ ἐπιταγὴν αὐτοῦ Ἐπιμάχου ἐκ δραχμῶν ια ἀργυρίου δραχμαὶ νε … τιμῆς πυροῦ ἀρταβῶν ε ὁμοίως ἐκ δραχμῶν ια ἀργυρίου δραχμαὶ νε λ Ἐπιμάχου ἐπὶ τὴν α τοῦ μηνὸς Χοιὰκ ἐμοῦ ἀσθενοῦντος ἀργυρίου δραχμαὶ δ Ἐπιμάχου τὴν Φίβει Ἐπιμάχου ὥστε ἀντλητῆι ἀντλοῦντι εἰς τὸν σπόρον τῶν πρότερον Οὐλήμιος ἀρουρῶν β δραχμὴ α γίνεται λήμματα ἀργυρίου δραχμαὶ ριε ἀφʼ ὧν ἀνηλώματα τῷ αὐτῶι μηνὶ Τῦβι, αἱ γὰρ τοῦ Χοιὰκ καὶ Τῦβι ιε δαπάναι ἐγένοντο διὰ Ἐπιμάχου ἐμοῦ ἀσθενοῦντος ἐγλόγου πλείω ὑπὲρ δαπανήματος Ἁθύρ ἀργυρίου δραχμαὶ κδ ὀβολὸς Τῦβι ιϛ Ἐπιμάχωι σοι τοὺς ὥστε Ἡφαιστίωνος τοῦ αὐτοῦ υἱῷ ὑπάγοντι εἰς Ἑρμούπολιν ὥστε ὑπηρέτῃ ὀβολοὺς ια δραχμὴ α τετρώβολον ιζ βοτανίζουσιν ἐν τῷ χωρίῳ καὶ ἡλιαστηρίωι παῖδες γ τιμῆς διωβόλου χαλκοῦ δραχμὴ α παιδίωι προτέμνοντι πρὸ τῶν ἀμπελοτεμνόντων τριώβολον μισθὸς ἐργατῶν β ἀράντων καλάμους Τώλμεως εἰς τὸ Εὐρυμεδόντος ἡλιαστέριον ὡς τῶν δεσμῶν μ τετρώβολον δεσμὰς π τετρώβολον ιη ἐργάτῃ μισθὸς ἡμερῶν δύο ἀμπελοτέμνοντι τιμῆς ὀβολοὺς ϛ χαλκοῦ δραχμαὶ β ἄλλωι παιδίωι προτέμνοντι σὺν Φίβει καὶ τῶι ἀνδηρευτῇ τριώβολον ἄλλωι ὁμοίως μισθὸς ἄλλης ἡμέρας ἀμπελοτέμνοντι διʼ Ἀμβρύωνος δραχμὴ α Θαλλούσῃ τιμὴ φακοῦ ἀρταβῶν ϛ ὄρνιξι καὶ περιστεραῖς δραχμὴ α ὀβολοὶ β ιθ Βέλλης ειση τεμ Ἐπιμάχου εἰπόντος ἀπὸ πυροῦ ἀρτάβης δραχμαὶ ε τριώβολον παιδὶ προτέμνοντι σὺν Φίβει καὶ τῶι ἀνδηρευτῇ τριώβολον μισθὸς ἐργάτου κόπτοντος βάεις· μισθὸν ἔσχε διὰ Ἐπιμάχου ἄλλους διώβολον τίλλουσι βάεις καὶ σαροννύουσι φύλλα παῖδες δ δραχμὴ α διώβολον κ τίλλουσι βάεις ὁμοίως καὶ σαραννύουσι φύλλα παῖδες γ δραχμὴ α ὀβολὸς α 𐅵 παιδίωι προτέμνοντι σὺν τοῖς παρʼ ἡμῶν τριώβολον μισθὸς ἐργάτου κοβαλεύοντος ἄχυρον ἀπὸ τῆς ἐπαύλεως εἰς οἶκον εἰς τὸ βαλανεῖον τετρώβολον κα Βέλλητι τιμὴ βαίων εἰς κατακλ ἀργυρίου δραχμαὶ η ὁλοτίλλουσι καλάμους Τώμεως παῖδες δ τιμῆς ὀβολῶν β δραχμὴ α διώβολον ἀνηλώματα ἀργυρίου σὺν ἐς τὸ αὐτὸ λβ ὀβολὸς καὶ χαλκοῦ δραχμαὶ ιε ὀβολοὶ γ 𐅵 παιδὶ προτέμνοντι πρὸ τῶν ἀμπελοτεμνόντων σὺν τοῖς παρʼ ἡμῶν τριώβολον

---

Documentary Papyri, SB 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;8.
