# SB 8 9699.27.599-9699.28.637

Documentary Papyri, SB 8, 9699.27.599 to 9699.28.637. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-8/9699.27.599
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-8/9699.27.599

ζ μισθὸς ὄνων ϛ κοβαλευόντων ἀγκάλας ἀπὸ τοῦ Ἡδύλου εἰς τὴν ἅλω …μανδάκας λε τιμῆς διωβόλου γίνεται χαλκοῦ δραχμαὶ ια τετρώβολον μισθὸς βοῶν τρίων ἁλοουσῶν … διὰ Φίβιος τιμῆς πεντωβόλου δραχμαὶ β τριώβολον Ἀμβρύων ἀκολουθεῖ τῶι ὀργάνωι σὺν τῷ μηχαναρίωι η μισθὸς ὄνων ιβ κοβαλευόντων ἀγκάλας ἀπὸ τοῦ Ἡδύλου εἰς τὴν ἅλω μανδάκας λ τιμῆς διωβόλου γίνεται χαλκοῦ δραχμαὶ ι μισθὸς ὁμοίως δέκα ἁλοώντων εἰς τοῦ αὐτοῦ χορτότηλιν ἕως ὀψίας … διὰ Φίβιος δραχμαὶ γ διώβολον Ἀμβρύων ἀκολουθεῖ τῶι ὀργάνωι ὁ φύλαξ Ἡδύλου εξη… σήμερον θ Κάστορι Πανσενλαύλου … τιμῆς τριχιῶν σεβενίνων δύο εἰς τὴν μηχανήν δραχμαὶ ε μεθʼ ἃς ἔσχε παρʼ αὐτοῦ Ἐπιμάχου δραχμὰς δ τὴν λοιπὴν ἀργυρίου δραχμὴ α ἀνηλώματα ἀργυρίου δραχμὴ α καὶ χαλκοῦ δραχμαὶ λθ τετρώβολον Φῖβις κοβαλεύει ἄχυρον εἰς οἶκον τῶι βαλανείωι Ἀμβύων ἀκολουθεῖ τῶι ὀργάνωι ι ἡ ἅμαξα Ἡφαιστίωνος Παπτάιος ἐκοβάλευε ἀγκάλας ἀπὸ τοῦ Ἱπποστράτου εἰς τὴν ἅλω ἀγώγια ϛ, τὸν δὲ μισθὸν ἕξει ἐν κριθῆι ὥστε α… κριθ μισθὸς βοῶν γ ἁλοώντων ἐπὶ τ χ… τιμῆς πεντωβόλου δραχμαὶ β τριώβολον ἁλοητῇ ἁλοῶντι σὺν Φίβει τριώβολον κυκλευτῇ κυκλεύοντι τὸ ὄργανον σὺν τῷ μηχαναρίωι τριώβολον Ἀμβρύων ἐστὶ περὶ τὰς φιμώσεις ἀναψησμοῦ τοῦ λάκκου ἀπηλιώτου χωρίου … ια μισθὸς ἁμαξῶν δύο κοβαλευουσῶν ὁμοίως ἀγκάλας ἐκ τοῦ Ἱπποστράτου κλήρου εἰς τὴν ἅλω ἀγώγια ιβ ἐκ δραχμῶν ε ἀργυρίου δραχμαὶ ι μισθὸς βοῶν δέκα ἁλοουσῶν εἰς τὸν χόρτον τιμῆς πεντωβόλου δραχμαὶ γ διώβολον μισθὸς παιδίου ἁλοῶντος μετὰ Φίβιος ὀβολοὶ β 𐅵 ιβ μισθὸς ὁμοίως ὄνων ε κοβαλευόντων τὰς ἐπιλοίπας ἀγκάλας ἐκ τοῦ Ἱπποστράτου εἰς …νε μανδάκας ε τιμῆς ὀβολοῦ α 𐅵 δραχμὴ α ὀβολὸς α 𐅵 μισθὸς βοῶν ζεύγους α ἁλοῶντος εἰς τὸν χόρτον διὰ Φίβιος δραχμὴ α τετρώβολον Ἀμβρύων κηπουρὸς ἀκολουθεῖ τῶι ὀργάνωι ιγ ἀναψῶντες τὸ ἐντὸς φρέαρ το… Ἀμβρύων ἄλλοι δ τιμῆς τριωβόλου δραχμαὶ β μισθὸς κυκλευτοῦ κυκλεύοντος σὺν τῷ μηχαναρίωι τὸ ὄργανον τριώβολον ιδ ἀναψῶντες ὁμοίως τὸ ἀπὸ βορρᾶ τοῦ λάκκου διωρύγιον ἀπηλιώτου χωρίου Ἀμβρύων καὶ ἐργάται ια τιμῆς τριωβόλου χαλκοῦ δραχμαὶ ε τριώβολον κυκλευτῇ κυκλεύοντι τὸ ὄργανον σὺν τῷ μηχαναρίωι τριώβολον ιε ἀναψῶντες ὁμοίως τὸ αὐτὸ διωρύγιον Ἀμβρύων ἄλλοι η τιμῆς τριωβόλου δραχμαὶ δ ἀνηλώματα ἀργυρίου δραχμαὶ ι καὶ χαλκοῦ δραχμαὶ κβ τετρώβολον

---

Documentary Papyri, SB 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;8.
