# SB 8 9830

Documentary Papyri, SB 8, SB 8 9830. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-8/9830
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-8/9830

ἔτους … Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Μεχεὶρ α ἐν Τεπτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσι Θέων Πάτρωνος ὡς ἐτῶν … οὐλὴ ἀνκῶνι ἀριστερῶι καὶ Παποντῶς τοῦ δεῖνα ὡς ἐτῶν μϛ οὐλὴ μετώπωι ἐξ ἀριστερᾶς καὶ Σανσνεὺς Παποντῶτος ὡς ἐτῶν … οὐλη ἀριστερῶι καὶ Ἀφροδίσιος Ἀφροδισίου, τοῦ Ἡρακλ … ὡς ἐτῶν … οὐλὴ δακτύλωι μέσωι χειρὸς ἀριστερᾶς καὶ Ἀπολλώνιος Ἀπολλωνίου ὡς ἐτῶν … οὐλὴ μετώπωι μέσωι καὶ Ἡρακλῆς Πτολεμαίου ὡς ἐτῶν … οὐλὴ μετώπωι μέσωι καὶ Ἀπολλώνιος Ἀπολλωνίου ὡς ἐτῶν … οὐλὴ δακτύλωι πρώτωι χειρὸς ἀριστερᾶς οἱ ἑπτὰ γεωργοῦντες δημοσίων ἐδαφῶν Ἀπύνχι Ψοσνέως ὡς ἐτῶν πεντήκοντα οὐλή … δεξιᾶς ἀρούρας ἐπικεχωρηκέναι αὐτῷ Ἀπύνχει εἰς τὸ εἰσιὸν … ἔτος Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ· τὸν μὲν … ἐν τῶι λεγομένῳ ἑνδεκαρούρῳ … ἄρακος σποράν, τὸν δὲ Παποντῶν … λεγομένῃ Παλαίστρα ἀπὸ δισπόρου πυροῦ … ἀπὸ δημοσίων ἐδαφῶν γῆς ἀρούρας … εἰς χόρτου καὶ ἄρακος σποράν, τὰς λοιπὰς ἀρούρας …ατι…, τὸν δὲ Ἀφροδίσιον ὁμοίως … ἐν τόπωι λεγομένωι Σανέπτις εἰς χόρτου καὶ ἄρακος σποράν, … ἀπὸ δημοσίων ἐδαφῶν γῆς ἀρούρας τέσσαρας … ἄρακος, τὰς δὲ λοιπὰς ἀρούρας δύο εἰς … γῆν ἀφʼ ὧν γεωργεῖ περὶ Σαμάριαν τῆς αὐτῆς μερίδος … ἀρούρας τρεῖς εἰς χόρτου καὶ ἄρακος σποράν, … δημοσίων ἐδαφῶν γῆς ἀρούρας ἓξ εἰς χόρτου καὶ ἄρακος σποράν, …ου τοῦς εἰς κατάβρωμα καὶ κοιτασμὸν …μένου ἐπʼ αὐτῶι εἰς πάσας σπέρματα … τὰ καθήκοντα ἔργα καὶ ποτισμούς, οἱ καὶ ἀπέχουσι …ς τὴν ὧν ἐμίσθωσαν ἀρουρῶν τιμὴν … ὑπομεμισθωμένας ἀρούρας πάσῃ βεβαιώσι Παποντῶς τοῦ δεῖνα ὡς ἐτῶν μϛ οὐλὴ ὀφρύι ἀριστερᾷ καὶ Θέων Πάτρωνος ὡς ἐτῶν … οὐλὴ ἀνκῶνι ἀριστερῶι καὶ Ἀπολλώνιος Ἀπολλωνίου καὶ Σανσνεὺς Παποντῶτος καὶ Ἀφροδίσιος Ἀφροδισίου τοῦ Ἡρακλ … καὶ Ἡρακλῆς Πτολεμαίου καὶ Ἀπολλώνιος Ἀπολλωνίου οἱ ἑπτὰ γεωργοῦντες ἐν … ὁμολογοῦμεν ἐπικεχωρηκέναι τῶι Ἀπύνχι τὰς τὰς προκειμένας ἀρούρας πεντήκοντα … καὶ ἀπέχομεν πᾶσαν τιμὴν καὶ φόρους τῶν μεμισθώκαμεν πεντήκοντα ἀρουρῶν καὶ ἐπερωτηθέντες συμφωνοῦμεν τῶι λογισμῶι πάντων. Ἀπύνχις Ψοσνέως ὡς ἐτῶν ν οὐλὴ … δεξιᾶς καθὼς αὐτ… ὑπογρ ὑπομεμίσθωμαι ὁμοίως. ἔτους … Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Μεχεὶρ α. …κιμων

---

Documentary Papyri, SB 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;8.
