# SB 8 9841

Documentary Papyri, SB 8, SB 8 9841. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-8/9841
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-8/9841

βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λθ μηνὸς Φαμενὼτ ἐν Σέφθαι τοῦ Ὀξυρυγχίτου. ὁμολογεῖ Χαιεμνηγόις Πεκᾶτος βουκόλος ἐκ Χοινώτβιος τοῦ Ἡρακλεοπολίτου Ζηνοδώρωι οἰκονόμωι ἐξειληφέναι κώμης Σέφθα τῆς φακὴς τὴν μονοπωλίαν φόρου εἰς ἐνιαυτὸν τὸν μῆνα ἕκαστον ἀργυρίου δραχμῶν τριῶν καὶ τριωβόλου. εὐτακτείτω δὲ Χαιεμνηγόις τὸν φόρον καθʼ ἕκαστον μῆνα. ἐὰν δὲ μὴ εὐτακτῆι, ἀποτεισάτω οὗ ἂν μηνὸς μὴ εὐτακτήσηι τὸν φόρον ἡμιόλιον· ἐξέστω δὲ Ζηνοδώρωι καὶ ἐπαναμισθοῦν, καὶ ἐάν τι ἀφεύρηι, ἀποτεισάτω Χαιεμνηγόις. παραμεινάτω δὲ Χαιεμνηγόις τὸν χρόνον τὸν ὑπογεγραμμένον ποιῶν κατὰ τὰ γεγραμμένα. ἐὰν δὲ μὴ παραμείνηι, ἀποτεισάτω τὸ ἀφεύρεμα …δ…ωι τοῦ ἐνιαυτοῦ, καὶ ἡ πρᾶξις ἔστω πρὸς βασιλικά. ἔγγυος Χαιεμνηγόις εἰς ἔκτεισιν κατὰ τὰ γεγραμμένα Τικαῖπις Μνεύιος ἡ γυνὴ αὐτοῦ. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λθ μηνὸς Παμενὼτ ἐν Σέφθαι τοῦ Ὀξυρυγχίτου. ὁμολογεῖ Χαιεμνηγόις Πεκᾶτος βουκόλος ἐκ Χοινώτβιος τοῦ Ἡρακλεοπολίτου Ζηνοδώρωι οἰκονόμωι ἐξειληφέναι κώμης Σέφθα τὴν μονοπωλίαν τῆς φακῆς εἰς ἐνιαυτὸν φόρου τὸν μῆνα ἕκαστον ἀργυρίου δραχμῶν τριῶν καὶ τριωβόλου. εὐτακτείτω δὲ Χαιεμνηγόις τὸν φόρον καθʼ ἕκαστον μῆνα. ἐὰν δὲ μὴ εὐτακτῆι, ἀποτεισάτω οὗ ἂν μηνὸς μὴ εὐτακτήσηι τὸν φόρον ἡμιόλιον, καὶ ἐξέστω Ζηνοδώρωι ἐπαναμισθοῦν, καὶ ἐάν τι ἀφεύρηι, ἀποτεισάτω Χαιεμνηγόις. παραμεινάτω δὲ καὶ τὸν χρόνον τὸν ὑπογεγραμμένον ποιῶν κατὰ τὰ γεγραμμένα. ἐὰν δὲ μὴ παραμείνηι, ἀποτεισάτω τὸ ἀφεύρεμα …ν… τοῦ ἐνιαυτοῦ, καὶ ἡ πρᾶξις ἔστω πρὸς βασιλικά. ἔγγυος Χαιεμνηγόιος εἰς ἔκτεισιν κατὰ τὰ γεγραμμένα Τικαῖπις Μνεύιος ἡ γυνὴ … αὐτοῦ. … Χαιεμνεύιος Τικαίπιος

---

Documentary Papyri, SB 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;8.
