# SB 8 9923

Documentary Papyri, SB 8, SB 8 9923. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/sb-8/9923
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/sb-8/9923

… ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Σαρματικοῦ Μεγίστου μηνὸς … ἐν Πτολεμαείδι Εὐεργετίδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Εἰσχυρίαινα Γεμείνου τοῦ Ἰσχυρίωνος ἀπὸ κώμης …ης τοῦ Ἡρακλεοπολείτου νομοῦ, ὡς ἐτῶν εἴκοσι ὀκτώ , οὐλὴ … μετὰ κυρίου τοῦ ἀνδρὸς … τοῦ ἑτέρου Γεμείνου τοῦ Ἑρμ… ὡς ἐτῶν τριάκοντα ὀκτώ , οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς, Ἡροῖ τῇ καὶ Ἀίᾳ ἀπάτορι μητρὸς Ἡροῦτος …νου τοῦ Μαλλίωνος, ὡς ἐτῶν τεσσεράκοντα ἕξ , οὐλὴ γόνατι ἀριστερῷ, μετὰ κυρίου Εὐτύχου Σωτηρίχου τοῦ Σωτηρίχου ὡς ἐτῶν πεντήκοντα δύο , οὐλὴ παρὰ γόνυ δεξιόν, ἀπέχειν παρʼ αὐτῆς Ἡρὼ διὰ χειρὸς ἀργυρίου δραχμὰς χιλίας ὀκτακοσίας , ὧν εἶναι κεφαλαίου μὲν δραχμὰς χιλίας ἑπτακοσίας ἃς ὤφειλεν Εἰσχυριαίνῃ καὶ τῇ ταύτης μητρὶ … τῇ καὶ Θεναπύγχει, ἣ τετελεύτηκεν, καθʼ ὁμολογίαν δανείου γεγονυῖαν τῷ δωδεκάτῳ ἔτει θεοῦ Αἰλίου Ἀντωνείνου μηνὸς Παῦνι ὀγδόῃ διὰ γραφείου Βερενικίδος Αἰγιαλοῦ Θεμίστου μερίδος, ἣν καὶ συνχωρεῖ ἡ Εἰσχυρίαινα ἄκυρον εἶναι κατὰ πάντα τρόπον, τὰς δὲ λοιπὰς δραχμὰς ἑκατὸν οὔσας λοιπὰς τόκων, καὶ μὴ ἐπελεύσεσθαι αὐτὴν Εἰσχυρίαιναν μηδὲ τοὺς παρʼ αὐτῆς ἐπὶ τὴν Ἡρὼ μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῆς περὶ ὧν ἀπέχει καθὼς πρόκειται, μηδὲ περὶ ἄλλου ἁπλῶς πράγματος μέχρι τῆς ἐνεστώσης ἡμέρας …

---

Documentary Papyri, SB 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/sb;8.
