# Stud.Pal. 1 1

Documentary Papyri, Stud.Pal. 1, Stud.Pal. 1 p. 6-7 no. 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-1/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/stud-pal-1/1

… … καὶ τῇ συμπτώσει τοῦ ἐμοῦ σώματος καταπονούμενος μὴ ἐξαίφνης καὶ παρὰ προσδοκίαν τὸν βίον μεταλλάξω νοῶν καὶ φρονῶν καὶ ἐπʼ ἀκριβείας πολλῆς φέρων τὸν λογισμὸν καὶ ἐρρωμένην ἔχων τὴν διάνοιαν ταύτην τὴν διαθήκην τίθημι ἐπʼ ὄψεσι τῶν προσκληθέντων ἑπτὰ νομίμων μαρτύρων τῶν καὶ ἑξῆς καθυπογραφόντων ἥνπερ ἐν Ἑλληνικοῖς ῥήμασι ὑπηγόρευσα …δην…επ…θε καὶ ἔχειν τὴν ἰδίαν δύναμιν καὶ ἐρρωμένην εἶναι βούλομαι αὐτὴν ἐφʼ αἷς περιέχει διαστολαῖς πάσαις προκ… …σιας παντὶ χρόνῳ καὶ καιρῷ κατὰ … ὡς ὑπὸ τῶν νόμων διηγορευμένα· εἴη μέν με ζῆν καὶ ὑγιαίνειν καὶ τῶν ὑπαρχόντων μου μετρίων ἀπολαύειν καὶ κυριεύειν· ἐπὰν δὲ ὅπερ ἀπεύχομαι ἀνθρώπινόν τι πάθω κληρονόμος μου ἔστω ἡ εὐνουστάτη μου γαμετὴ Τισοΐα ς… ἀπὸ τῆς Ἀντινοουπόλεως πάντων τῶν καταλειφθησομένων ὑπʼ ἐμοῦ … κινητῶν τε καὶ ἀκινήτων ἐν παντὶ εἴδει καὶ γένει μέχρις ἀσσαρίου ἑνὸς ἔτι μὴν καὶ τὴν ὑπάρχουσάν μοι οἰκίαν ἣν νῦν οἰκῶ σὺν χρηστηρίοις πᾶσι οἵας ἐστὶν διαθέσεως ἐν στενορυμίῳ …βα καὶ τὸ ἥμισυ τοῦ φρέατος καὶ ὁμοίως τὸ ἥμισυ τῆς αὐλῆς … τῆς ἐμῆς οἰκίας καὶ χρηστηρίων καὶ ἀνηκόντων καὶ ς…ωντων καὶ εἰσόδων καὶ ἐξόδων ἐπὶ ῥύμης Πτεμασεως διακειμένων ἐπὶ τῆς αὐτῆς Ἀντινοέων μετὰ παντὸς τοῦ ἀνήκοντος αὐτῶν δικαίου κατὰ κοινωνίαν Χαιρήμμωνος τοῦ εὐλαβεστάτου πρεσβυτέρου ὑπὲρ τῶν ὑπολοίπων ἡμίσους μέρους τῆς τε αὐλῆς καὶ τοῦ φρέατος, δέξασθαι τὴν αὐτήν μου γαμετὴν ἥνπερ ταύτῃ πολλὰ εὐχαριστῶ ἕνεκεν εὐεργεσιῶν τε καὶ γηροκομιῶν καὶ αὐτὴν τὴν Τισοΐαν πληρῶσαι τὰ χρεία μου τά τε ὀφειλόμενα τῷ ἐμῷ δανειστῇ οἱ δὲ λοιποὶ πάντες ἀποκληρονόμοι μου ἔστωσαν διὰ τὸ οὕτω μοι δεδόχθαι ἐξουσίας οὐκ οὔσης οὐδενὶ ἀντιλέγειν ταύτῃ μου τῇ διαθήκῃ. τὸ σωμάτιόν μου περισταλῆναι βούλομαι καὶ τὰς ἁγίας μου προσφορὰς καὶ ἀγαπὰς γίγνεσθαι ὑπὲρ ἀναπαύσεως τῆς ἐμῆς ψυχῆς παρὰ τῷ παντοκράτορι θεῷ. ἧς δόλος φθόνος πονηρὸς ἀπΐτω ἀπέστω, κυρίαν δὲ οὖσαν καὶ βεβαίαν αὐτὴν ἐθέμην ἐφʼ ὑπογραφῆς ἐμῆς καὶ τῶν αὐτῶν ἑπτὰ νομίνων μαρτύρων ὁμοῦ συνηγμένων καὶ σφραγιζόντων κατὰ τὴν θείαν διάταξιν. ἴσον ὑπογραφῶν· Αὐρήλιος Κόλλουθος Σερήνου ὁ προκείμενος διεθέμην ὡς πρόκειται Αὐρήλιος … μαρτυρῶ τῇ διαθήκῃ αἰτηθεὶς παρὰ τοῦ διατιθεμένου … … Ἀντινοοπολίτου …ς …μος Φοιβάμμων Ἰσιδώρου ὑποδιάκονος … καὶ μαρτυρῶ τῇ διαθήκῃ αἰτηθεὶς παρὰ τοῦ διατιθεμένου …

---

Documentary Papyri, Stud.Pal. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/stud.pal;1.
