# Stud.Pal. 2 3.2.15-3.5.2

Documentary Papyri, Stud.Pal. 2, 3.2.15 to 3.5.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-2/3.2.15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/stud-pal-2/3.2.15

διὸ ἐπιδίδωμι. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Σεουήρου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ἐπαγομένων … ἀπεγράφη παρὰ στρατηγῷ α ἔτους Μεσορὴ ἐπαγομένων ε ἀπεγράφη παρὰ βασιλικῷ γραμματεῖ α ἔτους Μεσορ ἐπαγομένων ε ἀπεγράφη παρὰ κωμογραμματεῖ τῇ αὐτῇ ἡμέρᾳ Αὐρηλίοις Διονυσίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Ἰσιδότῳ τῷ καὶ Ὠριγένι βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ κωμογραμματεῖ κώμης Σοκνοπαίου Νήσου παρὰ Αὐρηλίου Στοτοήτεως Πανεφρέμμεως μητρὸς Ταφιώμεως — τοῦ Σαταβοῦτος ἱερέως γ φυλῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου ἀπογράφομαι ἐαμυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ κδ ἔτους κατʼ οἰκίαν ἀπογραφήν. εἰμὶ δὲ ὁ προγεγραμμένος ἐτῶν λγ καὶ τὴν γυναῖκά μου Τανεφρέμμιν Στοτοήτεως μητρὸς Σε… ἐτῶν λ καὶ ἐξ ἀμφοτέρων θυγατέρα Ἐριέα ἐτῶν γ καὶ ἐκ τῆς τετελευτηκυίας μου γυναικὸς Τα… ος τέκνα Παβοῦν ἐτῶν ϛ καὶ Ταφιῶμιν ἐτῶν γ καὶ τοὺς ὁμοπατρίους καὶ ὁμομητρίους μου ἀδελφοὺς Παβοῦν ἐτῶν κθ καὶ Ἀμοῦν ἐτῶν κγ καὶ τὴν τοῦ Παβοῦτος γυναῖκα Τανεφρέμμιν Πακύσεως μητρὸς Ταουῆτις ἐτῶν κθ καὶ ἐξ ἀμφοτέρων αὐτῶν θυγατέρα Ταφιῶμιν ἐτῶν γ καὶ τὸν τοῦ πατρὸς μοῦ αδελφὸν Στοτοῆτιν Στοτοήτεως τοῦ Σαταβοῦτος μητρὸς Ταουῆτις ἱερέα τῆς αὐτῆς ἐτῶν ξϛ καὶ τὴν τούτου γυναῖκα Ταουῆτιν … ὑπάρχει δέ μοι ἐν τῇ κώμῃ πατρικὰ καὶ μητρικὰ οἰκόπεδα … τέκνοις μου ἀρούρης 𐅸 η ιϛ …καὶ τῷ Παβοῦτι πατρικὰ …κα … ἀπέναντι ἀγορᾶς διὸ ἐπιδίδωμι. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου … Αὐρηλίοις Διονυσίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Ἰσιδότῳ τῷ καὶ Ὠριγένι βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ κωμογραμματεῖ κώμης Σοκνοπαίου Νήσου παρὰ Αὐρηλίου Πανεφρέμμεως Πακύσεως τοῦ Στοτοήτεως μητρὸς Ταουήτεως τῆς Στοτοήτεως ἱερέως γ φυλῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου ἀπογράφομαι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ κδ ἔτους κατʼ οἰκίαν ἀπογραφήν. εἰμὶ δὲ ὁ προγεγραμμένος ἐτῶν λϛ ἄσημος καὶ τὴν γυναῖκά μου Ταφιῶμιν Πακύσεως τοῦ καὶ Σισόιτος ἐτῶν λδ καὶ τὴν μητέρα μου Ταουῆτιν Στοτοήτεως ἐτῶν νδ ἄσημον ὑπάρχει δέ μοι πατρικὰ μέρη οἰκίας καὶ τῇ μητρί μου πατρικὰ καὶ μητρικά. διὸ ἐπιδίδωμι ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Σεουήρου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεταστοῦ ἐπαγομένων ἀπεγράφη παρὰ στρατηγῷ Μεσορὴ ἐπαγομένῳ ε ἀπεγράφη παρὰ βασιλικῷ γραμματεῖ Μεσορὴ ἐπαγομενῳ ε ἀπεγράφη παρὰ κωμογραμματεῖ τῇ αὐτῇ ἡμέρᾳ Αὐρηλίοις Διονυσίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Ἰσιδότῳ τῷ καὶ Ὠριγένι βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ κωμογραμματεῖ κώμης Σοκνοπαίου Νήσου

---

Documentary Papyri, Stud.Pal. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/stud.pal;2.
