# Stud.Pal. 20 128.r.1-17

Documentary Papyri, Stud.Pal. 20, 128.r.1 to 128.r.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-20/128.r.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/stud-pal-20/128.r.1

μετὰ τὴν ὑπατείαν Φλαουίου Λογγίνου τοῦ λαμπροτάτου Παχὼν κη τέλει τῆς δεκάτης ἰνδικτίονος ἐν Ἀρσινοειτῶν πόλει. Φλαουίῳ Εὐστοχίῳ τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐνδοξοτάτῳ κόμιτι τῶν καθωσιωμένων δομεστικῶν καὶ πρωτεύοντι τῆς Ἀρσινοειτῶν πόλεως Αὐρήλιος Σαμβᾶς υἱὸς Ἄπα Νείλου μεσίτης ἀπὸ τῆς αὐτῆς πόλεως ἀπὸ ἀμφόδου Ἁλοπωλίων· ὁμολογῶ τὰ ὑποτεταγμένα· προσελθὼν παρακέκληκα τὴν σὴν μεγαλοπρέπειαν ὥστε καταπιστεῦσαι Αὐρηλίῳ Πέτρῳ υἱῷ Θεοδότου σιτομέτρῃ ἀπὸ τῆσδε τῆς Ἀρσινοειτῶν ὑποδέξασθαι τὸν δημόσιον σῖτον κώμης Εἰκοσιπενταρούρων τῆς Θεοδοσιουπολιτικῆς ἐνορίας τῆς ἐμβολῆς τῆς εὐτυχοῦς ἑνδεκάτης ἰνδικτίονος ἢ καὶ ἄλλων ὧν ἐπιτρέψῃ τὸ σὸν μέγεθος ἐμοῦ αὐτοῦ τοῦ Σαμβᾶ ἐγγυωμένου αὐτὸν καὶ ἀναδεχομένου καὶ εἴξασα ταῖς ἐμαῖς παρακλήσεσιν τοῦτο πεποίηκεν, ἐζήτησεν δὲ διʼ ἐγγράφου ὁμολογίας τὸ ἀσφαλὲς παρʼ ἐμοῦ δέξασθαι περὶ τῆς ἀποκαταστάσεως οὗ ὑποδέχεται ὁ προειρημένος Πέτρος δημοσίου γενήματος ἢ καὶ ἄλλου· κατὰ τοῦτο ὁμολογῶ ἑκουσίᾳ γνώμῃ ἐπομνύμενος θεὸν παντοκράτορα καὶ τὴν εὐσέβειαν καὶ νίκην τῆς καλλινίκου καὶ ἀθανάτου κορυφῆς ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι κινδύνῳ ἐμῷ καὶ τῆς ἐμῆς ὑποστάσεως τὸν εἰρημένον Πέτρον ἀποπληροῦντα τὴν σὴν μεγαλοπρέπειαν ἢ καὶ τοὺς παρʼ αὐτῆς ἐπιτρεπομένους ἐμπροθέσμως τοῦτʼ ἔστιν ἐν καιρῷ τῆς ἐμβολῆς ἢ καὶ ὅτε δʼ ἂν βουληθείη τὸν σὸν μέγεθος ὑποδέξασθαι ἅπαν ὅπερ φαίνεται ὑποδεξάμενος μέτρον δημοσίου σίτου ἢ καὶ ἄλλου ἐπὶ τῆς εἰρημένης κώμης Εἰκοσιπενταρούρων κατὰ τὰ παρʼ αὐτοῦ παρεχόμενα προγραφῖα ἢ καὶ ἐντάγια· εἰ δὲ μὴ τοῦτο ποιήσει ἀπολείπων τι εἰς τὴν ἀποκατάστασιν τοῦ αὐτοῦ μέτρου, ἐπὶ τῷ ἐμὲ τὸν τούτου ἐγγυητὴν ἔνοχον εἶναι τὰς ἀποκρίσεις τῇ σῇ μεγαλοπρεπείᾳ ποιήσασθαι τοῦ ἀπολείποντος εἰς ἀναπλήρωσιν οὗπερ φαίνεται ὑποδεξάμενος ὡς εἴρηται μέτρου εἴτε δημοσίου σίτου εἴτε ἄλλου μετὰ καὶ τῆς προστριβησομένης αὐτῇ … βλάβης ἢ ζημίας, τούτου χάριν ὑποκειμένων τῇ σῇ μεγαλοπρεπείᾳ καὶ τῷ δημοσίῳ λόγῳ εἰς τοῦτο πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης· κυρία ἡ ὁμολογία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σαμβᾶς υἱὸς Ἄπα Νίλου μεσίτης ὁ προγεγραμμένος ἐθέμην ταύτην τὴν ὁμολογίαν εἰς τὸν μεγαλοπρεπέστατον κόμιτα Εὐστόχιον ἀναδεξάμενος τὸν προγεγραμμένον Αὐρήλιον Πέτρον υἱὸν Θεοδώτου σιτομέτρην ἀποπληροῦντα τὴν αὐτοῦ μεγαλοπρέπειαν ἢ καὶ τοὺς παρʼ αὐτῆς ἐπιτρεπομένους ὑποδέξασθαι ἐμπροθέσμως τοῦτʼ ἔστιν ἐν καιρῷ τῆς ἐμβολῆς ἢ καὶ ὅτε ἂν ἐπιτηδεύσῃ τὸ αὐτοῦ μέγεθος ἅπαν ὅπερ φαίνεται ὑποδεξάμενος αὐτὸς … μέτρον δημοσίου σίτου ἐπὶ κώμης Εἰκοσιπενταρούρων εἴτε λόγων ἐμβολῆς τῆς εὐτυχοῦς ἑνδεκάτης ἰνδικτίονος ἢκαὶ ἄλλων ὧν ἂν αὐτῷ ἐπιτραπῇ κατὰ τὰ παρʼ αὐτοῦ παρεχόμενα

---

Documentary Papyri, Stud.Pal. 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/stud.pal;20.
