# Stud.Pal. 20 145

Documentary Papyri, Stud.Pal. 20, Stud.Pal. 20 145. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-20/145
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/stud-pal-20/145

… … νομισμάτια …να εἴκοσι … κερατίων εἴκοσι … ων Ἀλεξανδρείας … χρυσοῦ νομισματ … … χεῖρας πρὸς τὸ ἀπὸ τοῦ νῦν δὲ τὸν πριάμενον Ἰωσὴφ αὐτοῦ κρατεῖν καὶ κυριεύειν καὶ ἐξουσίαν ἔχειν … περὶ αὐτοῦ βελτιοῦν φιλοκαλεῖν ἐκ περισσοῦ καὶ κληρονόμοις καταλιμπάνειν πωλεῖν παρα… πάντα πρᾶξαι περὶ αὐτῶν δεσποτικῷ δικαίῳ ἀκωλύτως καὶ οὐκ ἐπελεύσομαι ἐξ ὑστέρου οὐκ ἐγὼ ὁ ἀποδόμενος οὐχ ὁ ἐγγυηθεὶς παρʼ ἐμοῦ υἱὸς Ἰωάννης οὐ κληρονόμοι ἡμῶν οὐ διάδοχοι οὐ διακάτοχοι περὶ τούτου ἀλλὰ καὶ τὸν ἐπελευσόμενον … ἀποστήσομεν ἰδίοις ἡμῶν ἀναλώμασιν καὶ δαπανήμασιν καὶ τὴν τούτου νομὴν καὶ δεσποτείαν καθαροποιήσομαί σοι … εἰ δὲ μὴ τοῦτο ποιήσομεν παράσχομεν ἐν διπλῷ τὴν προγεγραμμένην τιμὴν καὶ τὰ βλάβη … ἡ πρᾶσις κυρία πρὸς τὸ καὶ μετὰ τὴν τούτων καταβολὴν πάλιν ἰσχύειν τήνδε τὴν καταγραφήν, ἐπὶ τούτοις ὑπεθέμην … εἰς βεβαίωσιν αὐτῆς καὶ καθαροποίησιν πάντα μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Γεώργιος σιλιγνιάριος υἱὸς Πέλεκις γενομένου καὶ αὐτοῦ σιλιγνιαρίου καὶ Πατρικίας ἀναδεχόμενος τὴν γνώμην τοῦ ἐμοῦ υἱοῦ Ἰωάννου ἐκ μητρὸς τῆς μακαρίας μου γαμετῆς στοιχεῖ μοι ἡ παροῦσα πρᾶσις καὶ πᾶσα ἡ δύναμις αὐτῆς ὡς πρόκειται. Ἠλίας Παύλου ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος ἀγραμμάτου ὄντος. … υἱοῦ Ζαχαρίου ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως μαρτυρῶ τῇδε τῇ πράσει ὡς πρόκιται. Θεόδωρος σὺν θεῷ κολλεκτάριος υἱὸς Ἀπολλὼ ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως μαρτυρῶ τῇδε τῇ πράσει ω῾ς πρόκειται. Μάξιμος ἐνοικιολόγος … Κοσμᾶ ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως μαρτυρῶ τῇδε τῇ πράσει ὡς πρόκειται. di emu Ioanniu esemioth … διʼ ἐμοῦ Ἰωάννου

---

Documentary Papyri, Stud.Pal. 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/stud.pal;20.
