# Stud.Pal. 20 15

Documentary Papyri, Stud.Pal. 20, Stud.Pal. 20 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-20/15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/stud-pal-20/15

ἔτους τριακοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ μηνὸς Ἀπελλαίου … Φαῶφι …. ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἰσίδωρος Σώτου ἀπὸ τῆς μητροπόλεως ἀναγραφόμενος ἐπʼ ἀμφόδου Μοήρεως ὡς ἐτῶν εἴκοσι δύο ἄσημος Πασίωνι τῷ καὶ Ἰσιδώρῳ Μάρωνος … ὡς ἐτῶν … κοντα δύο ἀσήμῳ ἔχειν τὸν Ἰσίδωρον παρὰ τοῦ Πασίωνος τοῦ καὶ Ἰσιδώρου ἐπὶ τῇ ἐπιτροπευομένῃ αὐτοῦ Θαϊσαρίῳ Ἡρακλείδου παρθένῳ οὔσῃ συνερχομένῃ αὐτῷ πρὸς γάμον φερνὴν χρυσοῦ μναιαῖα τρία ἐν κοσμαρίοις καὶ ἱμάτια ἐν συντιμήσει δραχμῶν τριακοσίων ἅ ἐστιν σουδάριον ῥοδιακὸν, κιθὼν κόκκινος ἡμιτριβής, ἕτερος σμαράγδινος, σουβρικοπάλλιον μόρινον ἡμιτριβές, ἀβόλλης λευκὸς καὶ ἐν τοῖς παραφέρνοις κιτὼν κροκώτινος, παλλίολον χλωρὸν, ἐπικάρσιον καὶ χαλκᾶ Ἀφροδείτην, ἔσοπτρον δίπτυχον, δίφρον, στάμνον, σκάφιον καὶ ξύλινα … θήκην τῆς Ἀφροδείτης …ην, σκρίνιον κάθεδραν σὺν ὑποποδίῳ. συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες ὅ τε Ἰσίδωρος καὶ ἡ Θαισάριον ἀμέμπτως τοῦ Ἰσιδώρου ἐπιχορηγοῦντος αὐτῇ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα καθήκει γυναικὶ γαμετῇ κατὰ δύναμιν τοῦ βίου καὶ αὐτῆς δὲ τῆς Θαισαρίου ἄμεμπτον καὶ ἀκατηγόρητον ἑαυτὴν παρεχομένης ἐν τῇ συμβιώσει ἐφʼ ᾧ καὶ καρπίζεσθαι τὸν Ἰσίδωρον ἐφʼ ὃν χρόνον μένει αὐτοῖς ἡ πρὸς ἀλλήλους συμβίωσις τὸ ὑπάρχον τῇ Θαϊσαρίῳ περὶ κώμην Σεβέννυτον τέταρτον μέρος κοινὸν καὶ ἀδιαίρετον φοινικῶνος ἀρουρῶν δέκα ὀκτώ . ἐὰν δὲ διαφορᾶς αὐτοῖς γενομένης χωρισθῶνται ἀπʼ ἀλλήλων οἱ γαμοῦντες ἀποδότω ὁ Ἰσίδωρος τὴν προκειμένην φερνὴν τὸ μὲν χρυσίον ἐν τοῖς αὐτοῖς κοσμαρίοις καὶ ἴσῃ ὁλκῇ καὶ τὰ ἱμάτια ἐν τῇ ἴσῃ συντιμήσει ἐγλογῆς αὐτῇ οὔσης ἤτοι τὰ ἱμάτια λαμβάνειν καὶ τὸ ἀποδέον ἢ τὴν προκειμένην αὐτῶν συντίμησιν ἐπὶ μὲν τῆς ἀποπομπῆς παραχρῆμα, ἐπὶ δὲ τῆς ἑκουσίου ἀπαλλαγῆς ἐν ἡμέραις τριάκοντα ἀφʼ ἧς ἐὰν ἀπαιτηθῇ, τὰ δὲ παράφερνα παραχρῆμα ὁποίᾳ ἐὰν ἐγβῇ ἐκ τῆς τρίψεως καὶ καταδιαιρείσθω ἡ πρόσοδος τοῦ φοινικῶνος εἰς τὴν τοῦ ἔτους τοῦ χωρισμοῦ δωδεκάμηνον καὶ λήμψεται τὸ ἐπιβάλλον ὧν ἐὰν φανῇ μεμενηκυῖα παρʼ αὐτῷ μηνῶν γεινομένης τῇ Θαισαρίῳ τῆς πράξεως τῆς τε φερνῆς καὶ παραφέρνων ἔκ τε τοῦ Ἰσιδώρου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης Ἰσίδωρος Σώτου ἔχω παρὰ τοῦ Πασίωνος τοῦ καὶ Ἰσιδώρου ἐπὶ τῇ ἐπιτροπευομένῃ αὐτοῦ Θαισαρίῳ παρθένῳ οὔσῃ συνερχομένῃ μοι πρὸς γάμον φερνὴν διὰ χειρὸς χρυσοῦ δοκιμίου μναιαῖα τρία ἐν κοσμαρίοις καὶ ἱμάτια ἐν συντιμήσει δραχμῶν τριακοσίων καὶ τὰ προκείμενα παράφερνα ἐφʼ ᾧ καὶ καρπίζεσθαί με εἰς τὸν κοινὸν ἡμῶν οἶκον τὸ ὑπάρχον σοι περὶ κώμην Σεβέννυτον τέταρτον μέρος φοινικῶνος ἀρουρῶν δέκα ὀκτὼ γενομένου δὲ χωρισμοῦ ἀποδώσω καθὼς πρόκειται. Πασίων ὁ καὶ Ἰσίδωρος Μάρωνος ἐξεδόμην τῷ Ἰσιδώρῳ τὴν ἐπιτροπευομένην ὑπʼ ἐμοῦ Θαϊσάριον Ἡρακλείδου πρὸς γάμου κοινωνίαν ἐπὶ τοῖς προκειμένοις. κατεχωρίσθη λ ἔτει Φαῶφι λ. δὸς ἴσον. ἐξεδόθη.

---

Documentary Papyri, Stud.Pal. 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/stud.pal;20.
