# Stud.Pal. 20 29r

Documentary Papyri, Stud.Pal. 20, Stud.Pal. 20 29 Ro. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-20/29r
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/stud-pal-20/29r

ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ἐφʼ ἱερέων τῶν ὄντων ἐν Ἀλεξανδρείᾳ καὶ τῶν ἄλλων τῶν γραφομένων κοινῶν μηνὸς Ἁδριανοῦ Χοιὰκ δεκάτῃ διʼ ἐπιτηρητῶν ἀγορανομίας περὶ Τέκμει τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολίτου. ὁμολογεῖ Αὐρήλιος Ψεναμοῦνις Διογένους μητρὸς Ταμμεῖτος ἀπὸ κώμης Τοσαχμεως ὡς ἐτῶν … κοντα ἓξ οὐλὴ ἀντικνημίῳ δεξιῷ ἐκκεχωρηκέναι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον τῇ ἑαυτοῦ γυναικὶ Αὐρηλίᾳ Ταῶτι Ὀννώφριος μητρὸς Τασκλαταρίου ἀπὸ κώμης Τανασὼ ὡς ἐτῶν τριάκοντα τριῶν λευκοχρόῳ χωρὶς κυρίου χρηματιζούσῃ κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ ἀντὶ μέρους ἧς κατέχρησε φερνῆς αὐτῆς ἐν δραχμαῖς τρισχιλίαις πεντακοσίαις ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ πρότερον τοῦ ὁμογνησίου αὐτοῦ ἀδελφοῦ Διοστε… περὶ κώμην Τοσαχμιν ἐκ τοῦ Ἀπολλωνίου κλήρου ἀπὸ ἀρουρῶν τεσσάρων ἀρούρας τρεῖς ἥμισυ γείτονες καθὼς αὐτοὶ ὑπηγόρευσαν νότου Νεπωτιανοῦ, βορρᾶ ὁδὸς, ἀπηλιώτου Θεοδώρου, λιβὸς ὅριον κλήρου καὶ περὶ Πεεντε… ἐκ τοῦ …ρέους κλήρου κατοίκων ἀρούρας τρεῖς νότου κληρονόμων Μάρωνος, βορρᾶ κληρονόμων Διδυμιανοῦ, ἀπηλιώτου λιβὸς Ἡλιοδώρου καὶ τοῦ ἀδελφοῦ καὶ περὶ τὴν αὐτὴν Τοσαχμιν ἐκ τοῦ Διονυσίου κλήρου ἀρούρας δύο ἥμισυ ὁμοίως γείτονες νότου Ἡσι… καὶ περὶ τὴν αὐτὴν ἐκ τοῦ Ὑπερβάστου κλήρου ἄρουραν μίαν ὁμοίως νότου πρὸς τὸ ἀπὸ τοῦ νῦν κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν καὶ ἐξουσίαν ἔχειν τοῦ πᾶσαν οἰκονομίαν κατʼ αὐτῶν ἐπιτελεῖν ἀνεμποδίστως μὴ προσδεομένης τῆς τοῦ Ψεναμούνιος παρουσίας ἐκ συνευδοκήσεως ἀρκουμένου τῇδε τῇ ἐκχωρήσει ἣν καὶ βεβαιοῖ πάσῃ βεβαιώσει πάντα τὸν ἐπελευσόμενον ἢ ἐμποιησόμενον αὐτὸν ἀποστήσειν παραχρῆμα τοῖς ἰδίοις ἀναλώμασι, μένοντος δὲ τοῦ λόγου αὐτῇ πρὸς τὸν ἄνδρα αὐτῆς Ψεναμοῦνιν περὶ τῶν … φερνῆς ἀκολούθως … περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθέντες ὡμολόγησαν.

---

Documentary Papyri, Stud.Pal. 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/stud.pal;20.
