# Stud.Pal. 20 4

Documentary Papyri, Stud.Pal. 20, Stud.Pal. 20 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-20/4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/stud-pal-20/4

Ἡρακλείδου μερὶς στρατηγίας Ἀρσινοΐτου ἐκ τόμου ὑπομνηματισμῶν Βλαισίου Μαριανοῦ ἐπάρχου σπείρης πρώτης Φλαουίας Κιλίκων ἱππικῆς ἐξ ἀναπομπῆς Ἁτερίου Νέπωτος τοῦ κρατίστου ἡγεμόνος ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαρμοῦθι ὀκτωκαιδεκάτῃ. παρόντος Κλαυδίου Ἀρτεμιδώρου νομικοῦ Ἀφροδείσιος Ἀπολλωνίου πρὸς Ἀμμώνιον Ἀπίωνος τοῦ Ἀφροδεισίου διὰ Σωτηρίχου ῥήτορος εἰπόντος συνελθόντα ἑαυτὸν ἀγράφως Σαραποῦτί τινι ἐσχηκέναι ἐξ αὐτῆς Ὡριγένην ὃς ἐτελεύτησεν καὶ ἄλλους· τοῦ νόμου καλοῦντος τοὺς πατέρας ἐπὶ τὰς κληρονομίας τῶν ἐξ ἀγράφων παίδων τὸν ἀντίδικον θέλειν κατὰ διαθήκην κληρονόμον εἶναι τοῦ Ὡριγένους, οὐκ ἔχοντος ἐκείνου ἀπὸ τῶν νόμων ἐξουσίαν περιόντος πατρὸς εἰς ἄλλον τινὰ γράφειν διαθήκην, παραξίου παρανόμου οὔσης τῆς εἰς τὸν ἀντίδικον διαθήκης ἀντιποιεῖσθαι τῶν ὑπὸ τοῦ υἱοῦ καταλειφθέντων· καὶ τοῦ Ἀμμωνίου διὰΜαρκιανοῦ ῥήτορος ἀποκριναμένου τὸν τῶν Αἰγυπτίων νόμον διδόναι ἐξουσίαν πᾶσι τοῖς διατιθεμένοις καταλείπειν οἷς βούλονται τὰ ἴδια, ἑαυτὸν μέντοι ἀνεψιὸν ὄντα τοῦ τετελευτηκότος καταλελεῖφθαι σὺν ἑτέρῳ υἱῷ τοῦ ἀντιδίκου κληρονόμον καὶ τὴν διαθήκην πλήρη ἔχειν τὸν τῶν μαρτύρων ἀριθμόν· Βλαίσιος Μαριανός· ἀναγνωσθήτω ἡ τοῦ Ὡριγένους διαθήκη· ἀναγνωσθείσης ἐπὶ τοῦ ὀγδόου ἔτους Ἁδριανοῦ τοῦ κυρίου Χοιὰκ τριακάδος Βλαίσιος Μαριανὸς ἔπαρχος σπείρης πρώτης Φλαυίας Κιλίκων ἱππικῆς συλλαλήσας Ἀρτεμιδώρῳ τῷ νομικῷ περὶ τοῦ πράγματος ὑπηγόρευσεν ἀπόφασιν ἣ καὶ ἀνεγνώσθη κατὰ λέξιν οὕτως· ὁ τελευτήσας Ὡριγένης ἐξ ἀγράφων γάμων γενόμενος τῷ πατρὶ φαίνεται καταλείπειν τὰ ἴδια διαθήκης ἐξουσίαν μὴ ἐσχηκὼς τοῦ πατρὸς αὐτοῦ ζῶντος· καὶ τοῦ μὲν Ἀμμωνίου εἰπόντος ἐξ ἐνγράφων γάμων γεγονέναι τὸν Ὡριγένην, τοῦ δὲ Ἀφροδεισίου διαβεβαιωσαμένου ἐξ ἀγράφων αὐτὸν γάμων γεγεννῆσθαι Βλαίσιος Μαριανὸς ἔπαρχος σπείρης πρώτης Φλαυίας Κιλίκων ἱππικῆς· αὐτὸ τοῦτο ὁ Ἀφροδείσιος ἀποδείξει ἐν ἡμέραις ἑξήκοντα . τοῦ Ἀφροδεισίου ἀξιώσαντος ἐν τοσούτῳ ἐπʼ ἀναγραφῆς γενέσθαι τὰ ὑπὸ τούτου αὐτοῦ ἀπολειφθέντα Βλαίσιος Μαριανὸς ἐνετείλατο Ἰσιδώρῳ ἡγεμονικῷ ὑπηρέτῃ ποιήσασθαι δισσὴν τὴν ἀναγραφὴν καὶ ἀναδοῦναι ἀντίγραφα τοῖς ἐμφερομένοις τῆς κλειδὸς τῆς οἰκίας μενούσης παρὰ τῷ Ἀμμωνίῳ ἐνεσφραγισμένης· καὶ μετʼ ὀλίγον τοῦ Ἰσιδώρου ἀπαγγείλαντος γεγονέναι τὸ κελευσθὲν Βλαίσιος Μαριανὸς ἐκέλευσε τήνδε τὴν προφορὰν ὑπομνηματισθῆναι· Κλαύδιος …ν βιβλιοφύλαξ ὑπάρχει· ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἐπεὶφ μιᾷ καὶ εἰκάδι.

---

Documentary Papyri, Stud.Pal. 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/stud.pal;20.
