# Stud.Pal. 20 45

Documentary Papyri, Stud.Pal. 20, Stud.Pal. 20 45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-20/45
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/stud-pal-20/45

Μᾶρκος Αὐρήλιος Ἀμμώνιος Μαξίμας τῆς Ἀμμωνίου τῶν ἀπὸ …τυλεως παρατομῆς Γωνιατῶν Μάρκῳ Αὐρηλίῳ Ναβρίωνι Ἀπολλωνίου τοῦ Ταύρου τῶν ἀπὸ χώρας Μοχχύρεως τῆς Μαρμαρικῆς παρατομῆς Ἐνξηρετῶν χαίρειν· ὁμολογῶ εἰληφέναι παρὰ σοῦ παραθήκην ἀκίνδυνον παντὸς κινδύνου διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς πεντακοσίας δραχμὰς φ πλήρης ἀριθμοῦ ἅσπερ φυλάξω παρʼ ἐμαυτῷ πιστῶς καὶ ἀμέμπτως ἀποδώσω σοι ὁπότʼ ἐὰν ἀπαιτηθῶ ὑπὸ σοῦ ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης εὑρησιλογίας κατὰ τὸν τῶν παραθηκῶν νόμον τε καὶ ἐθισμόν· γεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης· τὸ δὲ χειρόγραφον τοῦτο ἐξεδόμην καὶ …νόμην ἐπὶ ὑπογραφῆς ἣ καὶ κυρία ἔστω ὡς ἐν δημοσίῳ κατακεχωρισμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Γαίου Ἰουλίου Οὐήρου Μαξιμείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Γερμανικοῦ Μεγίστου Δακικοῦ Μεγίστου Σαρματικοῦ Μεγίστου καὶ Γαίου Ἰουλίου Οὐήρου Μαξίμου Γερμανικοῦ Μεγίστου Δακικοῦ Μεγίστου Σαρματικοῦ Μεγίστου τοῦ ἱερωτάτου Καίσαρος Σεβαστοῦ υἱοῦ τοῦ Σεβαστοῦ Φαῶφι …. Μᾶρκος Αὐρήλιος Ἀμμώνιος ἔλαβον τὴν παραθήκην τὰς τοῦ ἀργυρίου δραχμὰς πεντακοσίας καὶ ἀποδώσω ὡς πρόκιται. χειρόγραφον Ἀμμωνίου παραθήκης ἀργυρίου δραχμῶν φ Ναβρίωνι.

---

Documentary Papyri, Stud.Pal. 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/stud.pal;20.
