# Stud.Pal. 20 47

Documentary Papyri, Stud.Pal. 20, Stud.Pal. 20 47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-20/47
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/stud-pal-20/47

ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Γαίου Ἰουλίου Οὐήρου Μαξιμείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ἐφʼ ἱερέων τῶν ὄντων ἐν Ἀλεξανδρείᾳ καὶ τῶν ἄλλων τῶν γραφομένων κοινῶν μηνὸς Ξανθικοῦ Μεχεὶρ ἐνάτῃ διʼ ἐπιτηρητοῦ ἀγορανομίας μερῶν τοπαρχίας ἀγήματος τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολείτου· ὁμολογεῖ Αὐρήλιος Ἁρυώτης Νεμεσίωνος μητρὸς Θεν… ος ἀπὸ κώμης Πεενπιβύκεως ὡς ἐτῶν τριάκοντα ὀκτὼ οὐλὴ μετώπῳ παρακεχωρηκέναι Αὐρηλίῳ Ἀμμωνίῳ τῷ καὶ Ἀπολλωνίῳ ἀστῷ καὶ ὡς χρηματίζει ῥήτορι ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ περὶ κώμην Ἀτειριν ἐκ τοῦ Θεοδώρου κλήρου ἀπὸ κατοικικῶν ἀρουρῶν τεσσάρων τετάρτου κοινῶν πρὸς τὸν παραχωρούμενον Ἀμμώνιον τὸν καὶ Ἀπολλώνιον κατὰ τὸ ἥμισυ μέρος τὸ λοιπὸν καὶ ἐπιβάλλον τῷ Ἁρυώτῃ ἥμισυ μέρος ὅ ἐστιν ἀρούρας δύο ὄγδοον τῶν ὅλων γείτονες καθὼς αὐτοὶ ὑπηγόρευσαν· νότου Λεωνίδου τοῦ καὶ Ἀμμωνιανοῦ γυμνασιαρχήσαντος, βορρᾶ Ἁτρῆτος Ἁτρῆτος καὶ ἄλλων, ἀπηλιώτου Διονυσιάδος θυγατρὸς Ἡρακλείδου τοῦ καὶ Σαραπίωνος ἐξηγητεύσαντος, λιβὸς ὁδὸς ἀνὰ μέσον τούτων, τὸ δὲ συμπεφωνημένον πρὸς ἀλλήλους παραχωρητικὸν ἅπαν ὅ ἐστιν ἀργυρίου Σεβαστῶν νομίσματος δραχμαὶ ἑξακόσιαι προσομολογεῖ ὁ παραχωρῶν Ἁρυώτης ἀπεσχηκέναι παρὰ τοῦ Αὐρηλίου Ἀμμωνίου τοῦ καὶ Ἀπολλωνίου ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ παρέξεται αὐτῷ ταύτας καθαρὰς ἀπό τε οὐσιακῆς καὶ βασιλικῆς γῆς καὶ πάσης ἐπιγραφῆς παντὸς εἴδους καὶ ἀπό τε ἄλλων παραχωρήσεων ἢ ἑτέρων οἰκονομιῶν καὶ ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἐμποιησομένου ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον, βεβαιοῖ δὲ πάσῃ βεβαιώσει ἢ ἐνέχεσθαι αὐτὸν παραβάντα τῷ ὡρισμένῳ κατὰ τῶν παρασυγγραφούντων ἐπιτίμῳ καὶ μηδὲν ἧσσον τὰ διωμολογημένα κύρια εἶναι, ὁ δὲ χρηματισμὸς ἐτελειώθη κινδύνῳ αὐτῶν πρωτοπραξίας οὔσης τῷ δημοσίῳ, περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθέντες ὡμολόγησαν. ἡ παραχώρησις κυρία. …ι… ἔτι καὶ Διονυσάριον Ἁρποκρατίωνος …τι χαρο… … τῆς Ἡρακλέους πόλεως ἀμφοδαρχείας πρότερον Ὥρων δύο ὡς ἐτῶν τεσσαράκοντα … … οὐλὴ μήλῳ δεξιῷ συνχωρεῖ … ἀναφαίρετον … … τῷ Ἀγαθῷ Δαίμονι Πρόκλου τοῦ Πρόκλου ὡς ἐτῶν τριάκοντα … ὡς ἐτῶν τεσσαράκοντα ἑνὸς ἄσημον αρον…αν

---

Documentary Papyri, Stud.Pal. 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/stud.pal;20.
