# Stud.Pal. 20 70

Documentary Papyri, Stud.Pal. 20, Stud.Pal. 20 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-20/70
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/stud-pal-20/70

Αὐρηλίᾳ Θερμουθαρίῳ Ἀντινοΐδι μήτρι δικαίῳ τέκνων παρὰ Αὐρηλίων Ἰουλίου υἱοῦ Παρμένωνος οὐετρανοῦ τῶν ἐντίμως ἀπολελυμένων καὶ Ἀμμωνᾶ οἰκέτου σου τῶν δύο. βουλόμεθα μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ κώμην Διονυσιάδα ἐλαιῶνος ἐν τρισὶ τόποις ἐν μὲν τόπῳ Ἐπιχάρου λεγομένῳ ἀρούρας πέντε καὶ ἐν τόπῳ Δαρίου λεγομένῳ ἀρούρης μιᾶς καὶ ὁμοίως ἐν τόπῳ Γεμήνεως λεγομένῳ ἄλλης ἀρούρης μιᾶς ἢ ὅσαι ἐὰν ὦσιν καὶ ἐν τόπῳ Θαλααίρεως λεγομένῳ φοινικῶνος καὶ τῶν ἐν τοῖς ἐλαιωνικοῖς φοίνικες ὄντων ἡμῶν τῶν μισθουμένων πάντων τῶν ἀρουρῶν ἐπὶ χρόνον ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος πρώτου ἔτους φόρου τοῦ φοινικῶνος καθʼ ἕκαστον ἔτος ἀργυρίου δραχμὰς ἑκατὸν καὶ ἐξαιρέτων ἀρτάβας τρεῖς καὶ Σύρων ἀρτάβης ἥμισυ, τῶν δὲ ἐλαιώνων ἐπικάρπων τρίτον μέρος ἡμῖν τοῖς μισθουμένοις, τὸν δὲ καθʼ ἕκαστον ἔτος φόρον ἀποδώσομεν ἐν μηνὶ Ἁθὺρ, τῶν δὲ δημοσίων πάντων πρὸς σὲ τὴν κτήτορα, τῶν δὲ ἔργων πάντων τῶν ἐλαιώνων καὶ φοινικῶνος χωματισμοῦ ποτισμοῦ ὑποσχισμούς, σκαφητροῦ ξηρολογίας, κορμολογίας, διωρύγων καὶ ὑδραγωγῶν ἀναβολὰς καὶ τὰ ἄλλα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσιν καιροῖς βλάβος μηδὲ ἓν ποιοῦντες καὶ κοπρίζοντες, σοῦ παρασχομένης τὰ κτήνη καὶ μετὰ τὸν χρόνον παραδώσομεν ἀπὸ συνλογῆς καρποῦ καθὼς καὶ ἡμεῖς παρελάβαμεν ἀγρώστεως δείσης πάσης, ἂν φαίνηται μισθῶσαι. Αὐρήλιοι Ἰοῦλις καὶ Ἀμμωνᾶς μεμισθώμεθα ὡς πρόκιται. ἔτους α τῶν κυρίων ἡμῶν Μακριανοῦ καὶ Κυήτου Σεβαστῶν Φαμενὼθ ε.

---

Documentary Papyri, Stud.Pal. 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/stud.pal;20.
