# Stud.Pal. 22 43dupl

Documentary Papyri, Stud.Pal. 22, Stud.Pal. 22 43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-22/43dupl
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/stud-pal-22/43dupl

ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ κα ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Στοτοῆτις Στοτοήτεως τοῦ Στοτοήτεως ἱερεὺς ἀπὸ κώμης Σοκνοπαίου Νήσου ὡς ἐτῶν μβ οὐλὴ πήχει δεξιῷ ταῖς ὁμοπατρίαις καὶ ὁμομητρίαις ἀδελφαῖς Ταουῆτι ὡς ἐτῶν με οὐλὴ γαστροκνημίᾳ δεξιᾷ καὶ Τασισόειτι ὡς ἐτῶν λε οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ ἑκατέρων μετὰ κυρίου τῆς μὲν Ταουήτεως τοῦ ἀνδρὸς Στοτοήτεως τοῦ Σαταβοῦτος τοῦ Στοτοήτεως ὡς ἐτῶν νε οὐλὴ γαστροκνημίᾳ δεξιᾷ καὶ τῆς Τασισόιτος τοῦ συνγενοῦς Στοτοήτεως τοῦ Ἁρπαγάθου ταῖς δυσὶ ἀπέχειν παρʼ αὐτῶν τὸν ὁμολογοῦντα τὸ ἐπιβάλλον αὐτῷ ἑκαστῃ πέμπτον μέρος ὧν ὀφείλει ἡ μήτηρ αὐτῶν τῷ προγεγραμμένῳ υἱῷ Στοτοήτει καθʼ ὁμολογίαν τελειωθεῖσαν τῷ ἐνεστῶτι ἔτει μηνὶ Σεβαστῷ εἰκάδι ὅλων ἀργυρίου δραχμῶν ὀκτακοσίων τεσσεράκοντα καὶ μηδὲν αὐτὸν ἐνκαλεῖν Στοτοῆτιν ταῖς ἀδελφαῖς περὶ ὧν ἀπέχει ὡς πρόκιται. ἀλλὰ καὶ συγχωρεῖ ταῖς ἀδελφαῖς ἑκάστῃ πέμπτον μέρος οὗ αὐτὸς ἔχει δικαίου τῆς ὑπαρχούσης τῇ μητρὶ αὐτῶν παιδίσκης δούλης Ταορσενούφεως ἀνεξαλλωτρίωτον καὶ ἀκαταχρημάτιστον αὐτὴν εἶναι φυλάσσειν τὴν μητέρα διὰ τὸ ἐπὶ τούτοις τὴν ὁμολογίαν γεγονέναι. ὑπογραφεὺς Στοτοῆτις Στοτοήτεως ὡς ἐτῶν κε α…σεως. Στοτοῆτις Στοτοήτεως ὁμολογῶ ἀπέχειν παρὰ τῶν ἀδελφῶν μου Ταουήτεως καὶ Τασισόειτος παρʼ ἑκατέρων πέμπτον μέρος ὧν ὀφείλει ἡ μήτηρ αὐτῶν ὅλων ἀργυρίου δραχμῶν ὀκτακοσίων τεσσεράκοντα καὶ μηδὲν ἐγκαλῶ καὶ συνεχώρησα αὐταῖς ἑκάστῃ πέμπτον μέρος οὗ ἔχω δικαιώματος παιδίσκης δούλης Ταορσενούφεως καθὼς πρόκειται. Στοτόητις ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.

---

Documentary Papyri, Stud.Pal. 22. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/stud.pal;22.
