# Stud.Pal. 4 pg58_78.IV.343-pg58_78.VIII.398

Documentary Papyri, Stud.Pal. 4, pg58_78.IV.343 to pg58_78.VIII.398. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/stud-pal-4/pg58_78.IV.343
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/stud-pal-4/pg58_78.IV.343

ὁ λοιπὸς ἀνεπίκριτος οὐ μετάδοτος ἀπαράστατος … διὰ τὸ εἰς ἐξέτασιν … γράφοντος μεταδεδόσθαι … …μον ἐστὶν ἐτῶν δ… τοῦ προγεγραμμένου Λούκιος Οὐαλέριος Φρόντων ἐτῶν … γίνονται β δοῦλοι Μ…ριου ἀδελφῆς Νικάνορος τοῦ καὶ Πάππου τοῦ Ἡρακλείδου γεγεννημένης ὁμοίως μετὰ τὸ λαβεῖν τοὺς γονεῖς τὴν Ἀλεξανδρέων πολιτείαν ἐφʼ ὧν ἐκρίθη ὑπὸ τοῦ ση… ἐν διαλογισμῶι ιγ ἔτους ἀπολύεσθαι ἐὰν ἀποδηλοῖ Ποντικῶι μετὰ τὸ λαβεῖν αὐτῆς τὸν πατέρα τὴν πολιτείαν γεγεννῆσθαι οὓς καὶ ἐνθάδε μετέθηκα αὐτῆς ἀποδειξάσης τὸ …ἀπολύω δι …τικ διὰ τὸ ἐπιγεγεννῆσθαι μετὰ τὸ λαβεῖν τοὺς γονεῖς τὴν τῶν Ἀλεξανδρέων πολιτείαν ἧς εἰσὶν δοῦλοι ἐπικεκριμένοι τῶι ιγ ἔτει ὑπὸ Ποντικοῦ Ἐπαφρόδιτος δοῦλος αὐτῆς ἐτῶν λα Σαμβᾶς ὁμοίως δοῦλος ἐτῶν κε γίνονται β Θερμουθαρίου ἐπικεκριμένης ὁμοίως ἀδελφῆς δοῦλοι ἐπικεκριμένοι τῶι ιγ ἔτει ὑπὸ Ποντικοῦ Σαμβᾶς ἐπικεκριμένος τῶι ιγ ἔτει Ἰταλικὸς δοῦλος πρότερον Νικάνορος καὶ Πάππου τοῦ Ἡρακλείδου ἐτῶν ιβ γίνεται α γίνονται γ ἀδελφὸς ἐσχηκὼς τὴν Ἀλεξανδρέων πολιτείαν …ὼς ἐκ τοῦ ἀριθμοῦ τῶν Ϛυοε ἐπικεκριμένος τῶι ιγ ἔτει ὑπὸ Ποντικοῦ ὁ καὶ συνλελογισμένος τῷ λόγῳ … συνλελογισμένος τῶι λόγωι ἀφηλίκων ἀπὸ ἀφηλίκων προσβάντων τῶι ε ἔτει Νικάνωρ ὁ καὶ Πάππος Ἡρακλείδου ἐτῶν νβ Ἡρακλείδης υἱὸς μητρὸς Σαραπιάδος τῆς Κα… γίνονται οἱ προκείμενοι ϛ ὧν τὸ ἴσον κατακεχώρισται βασιλικῷ γραμματεῖ διὰ Ἀμουτιω γραμματέως ἔτους ε Οὐεσπασιανοῦ μηνὸς Γερμανικίου ιζ καὶ τὸ ἴσον τῆς μητροπόλεως γραμματεῖ μηνὸς Γερμανικίου ιζ παρὰ Ἡρακλείδου ἀμφοδάρχου Ἀπολλωνίου Παρεμβολῆς λόγος χειρωναξίου τοῦ ε ἔτους Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ συνοψισμένος πρὸς τὸ δ ἔτος ἤχθησαν εἰς ἀπαίτησιν τῶι δ ἔτει Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ ἀργυρίου δραχμαὶ ξ καὶ διὰ προσγράφου ἀνελήμφθησαν ἀπὸ μὲν αἱρούντων κατακριμάτων κεραμέων Τρύφων Κολλούθου τοῦ Θέωνος Θεογίτων Θεογίτονος τοῦ Τυράννου γίνονται β δραχμαὶ λδ ὀβολὸς α 𐅵 καὶ πρὸς γνώμονα ἀνακεχωρ γ ἔτους Ἀμμώνιος Σάμβαι τοῦ Ἀμμωνίου γίνεται α δραχμαὶ ιζ ἡμιωβέλιον χαλκοῖ 2 γίνονται ἀπὸ αἱρούντων κατακριμάτων δραχμαὶ να διώβολον χαλκοῖ 2 καὶ διὰ ἄλλου μετὰ σύνθεσιν τῶν λόγων ὁμοίως κεραμεύς Ἀμμώνιος Ἀντωνίου τοῦ Ἡρακλείδου μητρὸς Σαμβοῦτος γίνεται α δραχμαὶ ιζ ἡμιωβέλιον χαλκοῖ 2 τετελευτηκὼς δ ἔτει ἕως Μεχεὶρ ὁμοίως κεραμεύς Ἡρακλείδης Δίδαι τοῦ Ἀμμωνίου μητρὸς Ἀπολλωνίας γίνεται α δραχμαὶ η ὀβολοὶ δ 𐅵 γίνονται τῶν διὰ προσγράφου δραχμαὶ οζ ἡμιωβέλιον γίνονται δραχμαὶ ρλζ τριώβολον ἀφʼ ὧν ἀπογίνονται εἰς τὸ ε ἔτος

---

Documentary Papyri, Stud.Pal. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/stud.pal;4.
