# Upz 1 11

Documentary Papyri, Upz 1, UPZ 1 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-1/11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-1/11

Βασιλεῖ Πτολεμαίῳ καὶ βασιλίσσῃ Κλεοπάτρᾳ τῇ ἀδελφῇ θεοῖς Φιλομήτορσι χαίρειν Πτολεμαῖος Γλαυκίου Μακεδὼν τῶν ἐν κατοχῇ ὄντων ἔτος τοῦτο τρεισκαιδέκατον ἐν τῷ πρὸς Μέμφει μεγάλῳ Σαραπιείῳ. ὑπαρχούσης μοι πατρικῆς οἰκίας περὶ κώμην Ψῖχιν τοῦ Ἡρακλεοπολίτου καὶ ταύτης κατεσπασμένης καὶ τῶν ἀπʼ αὐτῆς φορτίων διενηνεγμένων ὄντων ἀξίων ταλάντων κ ὑπὸ τῶν γειτνιώντων μοι Ἑσπέρου καὶ Ἀταίου τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ Πολέμωνος καὶ Παήσιος οἱ δηλούμενοι οὐκ ἀρκεσθέντες ἐφʼ οἷς ἦσαν διαπεπραγμένοι ἔτι καὶ τὴν προσοῦσαν αὐλὴν καὶ τὸν τῆς οἰκίας τόπον ψιλὸν περιοικοδομήσαντες ἐν τῷ Μεσορὴ μηνὶ τοῦ κ ἔτους χρῶνται ὡς ἰδίοις καταφρονοῦντες ἐπὶ τῷ μὴ δύνασθαί με ἐξελθόντα ἐκ τοῦ ἱεροῦ καὶ παραγενόμενον ἐπὶ τοὺς τόπους ποιήσασθαι πρὸς αὐτοὺς λόγον. διὸ δέομαι ὑμῶν ἀποστεῖλαί μου τὴν ἔντευξιν ἐπὶ Διονύσιον τῶν φίλων καὶ στρατηγόν, ὅπως γράψῃ Κυδίᾳ τῷ στρατηγῷ ἐξαποστεῖλαι ἐπὶ αὑτὸν τοὺς προγεγραμμένους, ὅπως ἐπαναγκάσῃ αὐτοὺς τοὺς μὲν τόπους παραδεῖξαι Ἀπολλωνίῳ τῷ νεωτέρῳ μου ἀδελφῷ, διαστείληται δʼ αὐτοῖς εἰς αὐτοὺς μηκέτι εἰσβιάζεσθαι καὶ τὴν τιμὴν τῶν φορτίων τὰ κ τάλαντα ἀποδοῦναι τῷ δηλουμένῳ Ἀπολλωνίῳ, ὅπως ἀνακομισθέντων μοι ἐνταῦθα ὑπʼ αὐτοῦ ἔχω τὰ δέοντα καὶ μὴ διαλύωμαι τῷ λιμῷ, περὶ δὲ ἧς πεποίηνται βίας διαλάβηι μισοπονήρως, ἵνα ὦ καὶ αὐτὸς μετειληφὼς τῆς παρʼ ὑμῶν εἰς τὸν βίον ἀντιλήψεως. εὐτυχεῖτε.

---

Documentary Papyri, UPZ 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;1.
