# Upz 1 110.2.58-110.4.113

Documentary Papyri, Upz 1, 110.2.58 to 110.4.113. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-1/110.2.58
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-1/110.2.58

ἐπὶ τὸν ἐκκείμενον κανόνα, καὶ πρὸς τοῖς προειρημένοις τὰς μεγίστας πεποιημένων ἐντολὰς περὶ τοῦ μηδένα τῶν τὴν χώραν κατοικούντων ἀδικηθῆναι ῥητῶς τε διὰ τῆς πεμφθείσης ὑμῖν ἐπιστολῆς περὶ τῆς τοῦ προστάγματος ἐκθέσεως …τω… ὅπως τοῦτο μὲν ἔν τε ταῖς μητροπόλεσιν ἐκτεθῆι καὶ τοῖς ἄλλοις τοῖς ἐπιφανεστάτοις τόποις, μερισθῆι δὲ κατὰ δύναμιν, ἧς ἕκαστος ἱκανός ἐστι προστῆναι, μηδεμιᾶς ἐν τούτοις μήτε φιλοτιμίας μήτε πλεονεξίας γενηθείσης, καὶ προσεμπεφυσιωκότων, ὅτι τὸ λόγῳ τινὶ ταῦτα βραβευθῆναι καὶ μήτʼ ἐνίοις καταδεεστέραν τοῦ μετρίου τὴν ἐπιγραφὴν γενηθῆναι μήτε πάλιν ὑπερτείνουσαν οὐ τὴν τυχοῦσαν συμβαλεῖται ῥοπὴν εἰς τὸ προκίμενον, παρακεκληκότων δʼ ὅπως τούτου μάλιστα τοῦ μέρους στοχασάμενοι μηθὲν μήτε μέγιστον μήτε ἀναγκαιότατον ἡγήσησθε τοῦ καὶ τοῖς καιροῖς πρεπόντως καὶ τοῖς ἀνθρώποις ἁρμοζόντως φαίνεσθαι πεπολιτευμένους, τούτων μὲν πάντων ἀμνηστίαν ἐσχήκατε, προσήκοντος ὑμῖν εἰ καὶ συνέβαινεν ἡμᾶς, οἷς ἡ τῶν ὅλων ἐπίκειται φροντίς, ὁλοσχερέστερον ἐπεσταλκέναι, παραχρῆμα προσαναφέρειν ὑπὲρ τῶν δοκούντων ἔχειν τινὰ δίστασιν, ἐπὶ δὲ τοσοῦτον εὐγνωμοσύνης ἐληλύθατε, τάχα γὰρ οὕτως πρέπει ῥηθέν, ὥστε παιδαριώδη τὴν τοῦ προστάγματος ἐκδοχὴν ποιησαμένους οἴεσθαι δεῖν καὶ τοὺς ἐν τῆι πόλει καὶ διὰ νυκτὸς καὶ διʼ ἡμέρας ἐν ταῖς λειτουργίαις καταπονουμένους καὶ τοὺς ἄλλους τοὺς ἀδυνατοῦντας ἀναγκάζειν ἐπιδέχεσθαι τὰ τῆς γεωργίας καὶ τὰς ἀποσκευὰς τῶν ἐν τῆι πόλει περισπᾶν ὡς τοῦ διὰ τοῦ προστάγματος ὡρισμένου κεφαλαίου πᾶσι τοῖς κατὰ τὴν χώραν ὁμοθυμαδὸν ἐπιγεγραμμένου. τίς γὰρ οὕτως ἐστὶν ἀναλλητως ἢ νωθρὸς ἐν τῶι λογίζεσθαι καὶ πράγματος διαφορὰν εὑρεῖν, ὃς οὐδʼ αὐτὸ τοῦτό γε δυνήσεται συννοεῖν, ὅτι καὶ τοὺς ὑποτελεῖς τῆι τε ἰχθυηρᾶι καὶ ζυτηρᾶι καὶ ταῖς ἄλλαις ὠναῖς ἐν τοῖς σύνπασιν ἀνθρώποις καταριθμεῖσθαι συμβέβηκε, καὶ τοὺς πλείστους δὲ τῶν ἐν ταῖς κώμαις κατοικούντων λαῶν, οἳ διὰ τὴν τῶν δεόντων σπάνιν ἐργατεύοντες πορίζονται τὰ πρὸς τὸ ζῆν, οὐκ ὀλίγους δὲ καὶ τῶν ἐν τῶι στρατιωτικῶι φερομένων καὶ τὴν ἀναγκαίαν τροφὴν μόλις ἐχόντων ἀπὸ τῶν ἐκ τοῦ βασιλικοῦ τιθεμένων, ἐνίους δὲ καὶ τῶν μαχίμων, μᾶλλον δὲ τοὺς πλείστους οὐδὲ τοὺς ἰδίους κλήρους αὐτουργεῖν δυναμένους, ἀλλὰ κατὰ τὸν χειμῶνα δανειζομένους ἐπὶ τοῖς ἐκφορίοις μειζόνων διαφορῶν, οἷς οὐδὲ βουλομένοις προσιέναι πρὸς τὴν γεωργίαν πιστεύσειε ἄν τις οὐδʼ αὐτὰ τὰ σπέρματα κατενεγκεῖν εἰς τοὺς ἀγρούς, οὓς εἰ συναναγκάζειν ἐπιχειροίη προσδέχεσθαι τὴν τοῦ προγεγραμμένου πλήθους προστασίαν, προσεδρεύων τῶι διὰ τοῦ προστάγματος

---

Documentary Papyri, UPZ 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;1.
