# Upz 1 110.6.169-110.7.213

Documentary Papyri, Upz 1, 110.6.169 to 110.7.213. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-1/110.6.169
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-1/110.6.169

καὶ ταύτης ῥᾳδίως οἱ διὰ τοῦ προστάγματος προσκαλούμενοι δυνήσονται προστῆναι, χορηγηθέντων τοῖς προσδεομένοις καὶ δανείων ἐκ τοῦ βασιλικοῦ, καὶ τῶι κατὰ βραχὺ λογίζεσθαι δυναμένωι προφανές ἐστιν. ἵνα μέντοι γε πάντα τὰ κτήνη μὴ μόνον τὰ τοῖς μαχίμοις, ἀλλὰ καὶ τοῖς ἄλλοις τοῖς στρατευομένοις ὑπάρχοντα καὶ τοῖς στρατηγοῖς αὐτοῖς καὶ ἂν ἕτερός τις ἐν βαρυτέραι κείμενος ἐξουσίαι κεκτημένος ἦι καὶ τὰ τῶν τὴν ἐν ἀφέσει καὶ τὴν ἱερὰν γεωργούντων καὶ τὴν λοιπὴν πᾶσαν διαταχθῆι πρὸς τὴν τῆς βασιλικῆς γεωργίαν ἀκολούθως τῶι τε προστάγματι καὶ τοῖς συνκειμένοις ὑμῖν ὑπομνήμασιν, ὥστʼ ἐπὶ τὴν πρώτως παρισταμένην μετάγηται πάντα καὶ πάλιν ἐκ μέρους τοῖς προηυχρηστηκόσιν ἀντιλειτουργῆι καὶ τὰ ἄλλα γίνηται καθάπερ ὑμῖν ὑποδεδείχαμεν ἐν τοῖς περὶ τούτων ἐπεσταλμένοις χρηματισμοῖς, προνοεῖσθε μὴ παρέργως, ἐπείπερ ὑμᾶς δεῖ συνεχέστερον ὑπὲρ τῶν αὐτῶν ὑπομιμνήσκειν, πρὸ πάντων γὰρ ἡγησάμενοι τὴν περὶ τοῦ μέρους τούτου σπουδὴν εὐμαρῶς καθίξεσθε τῶν κατὰ τὸν σπόρον, τῶν ἐχόντων τὰ κτήνη προθύμως ἑαυτοὺς ἐπιδιδόντων, ὅταν ὁρῶσιν ἀντικαταλλασσομένην αὐτοῖς τὴν εὐχρηστίαν καὶ τὸ συμφέρον κατανοῶσι κοινὸν νομιζόμενον. Θέωνι ἐπιμελητῆι τῶν κάτω τόπων τοῦ Σαίτου. μετὰ τὸ γράψαι τὴν πρὸ ταύτης ἐπιστολὴν ὑπὲρ τῶν περισπωμένων εἰς τὴν γεωργίαν ἐκ τῶν παρεφεδρευόντων ἐν Ἀλεξανδρείαι τῶν τε ἐπιλέκτων καὶ τῶν ἑπταρούρων καὶ πενταρούρων μαχίμων καὶ τῶν ἄλλων τῶν ἀνεπιτηδείων πάλιν ἡμῖν ἐντετεύχασιν οἱ ἐν τῆι πόλει μάχιμοι προφερόμενοι καὶ ταῖς ἀποσκευαῖς αὐτῶν ἐπιγεγράφθαι γῆν. φαίνεσθε οὖν μηδὲ κατὰ μικρὸν ἐντεθυμῆσθαι τῶν ἐξηριθμημένων ὑμῖν διὰ τῶν προεγδεδομένων χρηματισμῶν ὑπὲρ ὧν δεῖ ἕλκεσθαι εἰς τὴν γεωργίαν καὶ ὧν οὐ δεῖ πάντως περισπᾶσθαι, ἐπεὶ οὐκ ἂν οὕτως παντάπασιν ἀλόγητοι εἴητε ὥστε καὶ τὰς ἀποσκευὰς τῶν ἐν τῆι πόλει παρεφεδρευόντων παρενοχλεῖν. πλὴν ἀπό γε τοῦ νῦν φροντίζεθʼ ὅπως μηθεὶς ἐπιβάλληι τὰς χεῖρας τοῖς τοιούτοις κατὰ μηδεμίαν παρεύρεσιν καθότι προδιεστάλμεθα, ἐὰν μή τινες ἐξ αὐτῶν ὦσι γεγεωργηκότες ἕως τοῦ ιβ ἔτους. διεστάλμεθα τοῖς ἄλλοις ἐπιμεληταῖς καὶ ὑποδιοικηταῖς τὰ αὐτά. ἔτους ζ Θυὼθ κα.

---

Documentary Papyri, UPZ 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;1.
