# Upz 1 124

Documentary Papyri, Upz 1, UPZ 1 124. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-1/124
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-1/124

Κρατέρωι τῶν πρώτων φίλων καὶ στρατηγῷ παρʼ Ἰσιδώρου ἐπιστάτου κώμης Ταχενεφρῆ τοῦ Μεμφίτου. τοῦ ϛ ἔτους Φαῶφι ζ Ἑρμίας Δαγούζιτος τῶν ἐκ τῆς αὐτῆς ἐπέδωκέν μοι ὑπόμνημα κατὰ Χενεφνίβιος τοῦ Ἑριέως καὶ τῆς τούτου γυναικὸς Τααρμώτιος τῆς Πάσιτος ὑπὲρ τοῦ ὀφείλοντας αὐτῶι κατὰ συνγραφὴν ἑξαμάρτυρον πυροῦ ἀρτάβας ϛ μὴ ἀποδιδόναι ταύτας τε καὶ τὴν τούτων ἡμιολίαν καὶ ἠξίου προσκληθέντας αὐτοὺς ἀποδοθῆναι αὐτῶι τὸν πυρὸν σὺν τῆι ἡμιολίαι. ἐγὼ δὲ τῆι η τοῦ αὐτοῦ μηνὸς προσεκαλεσάμην τὸν Χενεφνῖβιν καὶ διότι ἀνομόλογος ἐγένετο, παρέδωκα αὐτὸν Περίται ἀρχιφυλακίτηι οὗτος δὲ Πτολεμαίωι κωμάρχωι συνόντων αὐτῶι Ἑρμίου καὶ ἑτέρου πρεσβυτέρου τῶν ἐκ τῆς κώμης μέχρι τοῦ τὰ δίκαια αὐτὸν ποιῆσαι. νυνὶ δὲ προσπεπτωκότος μοι τὴνΤααρμῶτιν καὶ ἐμὲ ἐνκεκληματογραφηκέναι ὡς συνυβρικότος μου, τοῦ τοιούτου μὴ γεγονότος, ἀξιῶ συντάξαι δοῦναί μοι ἔνγραπτον πίστιν, ὅπως …ίμενος ἀπολογίσωμαι ὑπὲρ τῶν κατʼ ἐμαυτὸν καὶ ὑπὸ μηδενὸς περισπασθῶ, γράψαι δὲ καὶ Ἀμμωνίωι τῶι ὑποστρατήγωι παρʼ οὗ εἰμι καταστῆσαι ἐπί σε τόν τε Περίταν καὶ τὸν Πτολεμαῖον καὶ τὸν Ἑρμίαν καὶ τὸν πρεσβύτερον τῆς κώμης πρὸς τὸ προσμαρτυρηθῆναί σοι ὑπὲρ τῶν κατʼ ἐμέ. τούτου δὲ γενομένου ἔσομαι τετευχὼς τῆς παρά σου ἀντιλήψεως. ἔτους ϛ Ἁθὺρ λ. εὐτύχει.

---

Documentary Papyri, UPZ 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;1.
