# Upz 1 125

Documentary Papyri, Upz 1, UPZ 1 125. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-1/125
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-1/125

ἔτους κϛ Θῶυθ ἐδάνεισε Κονοῦφις Πετήσιος Πετειμούθηι Ὥρου Πέρσηι τῆς ἐπιγονῆς ἀργυρίου νομίσματος δραχμὰς δέκα δύο . ἀποδότω ὁ ἀπέχων Παῦνι τοῦ κϛ ἔτους ἢ μετὰ τοῦ κατὰ μῆνα τόκου δραχμῶν ξ. συγγραφοφύλαξ Ἡρακλείδης Ἑρμίου. βασιλευόντων Πτολεμαίου τοῦ καὶ Ἀλεξάνδρου καὶ Κλεοπάτρας τῆς ἀδελφῆς καὶ γυναικὸς θεῶν φιλομητόρων ἔτους ἕκτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέως τοῦ ὄντος Ἀλεξάνδρου καὶ τῶν ἄλλων κοινῶν μηνὸς Δίου Θῶυθ τεσσαρεσκαιδεκάτηι ἐπὶ τῆς ὑποκάτω Μέμφεως φυλακῆς ἐδάνεισεν Κονοῦφις Πετήσιος τῶν ἐκ τοῦ πρὸς Μέμφιν μεγάλου Ἀσκληπιείου ταριχευτῶν Πετειμούθηι Ὥρου Πέρσηι τῆς ἐπιγονῆς ἀργυρίου ἐπισήμου Πτολεμαικοῦ νομίσματος δραχμὰς δέκα δύο ἀτόκους εἰς μῆνας δέκα ἀπὸ Θῶυθ τοῦ ἕκτου καὶ εἰκοστοῦ ἔτους. τοῦτο δʼ ἐστὶν τὸ δάνειον, ὃ εἴληφεν Πετειμούθης παρὰ Κονούφιος διὰ χειρὸς ἐξ οἴκου παραχρῆμα. ἀποδότω δὲ Πετειμούθης Κονούφει τὸ δάνειον τὰς τοῦ ἀργυρίου δραχμὰς δέκα δύο ἕως Παῦνι τριακάδος τοῦ ἕκτου καὶ εἰκοστοῦ ἔτους. ἐὰν δὲ μὴ ἀποδῶι καθότι γέγραπται, ἀποτεισάτω Πετειμούθης Κονούφει τὸ μὲν δάνειον ἡμιόλιον παραχρῆμα καὶ τοῦ ὑπερπεσόντος χρόνου τοὺς τόκους ὡς τοῦ στατῆρος χαλκοῦ δραχμῶν ἑξήκοντα κατὰ μῆνα καὶ τὸ βλάβος καὶ τοῦ παρασυγγραφεῖν εἰς τὸ βασιλικὸν ἐπίτιμον ἀργυρίου δραχμὰς τέσσαρας καὶ ἡ πρᾶξις ἔστω Κονούφει καὶ τοῖς παρʼ αὐτοῦ ἔκ τε αὐτοῦ Πετειμούθου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων πράσσοντι καθάπερ ἐκ δίκης. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω πανταχοῦ. μάρτυρες· Ἡρακλείδης Ἑρμίου, Δωρίων, Εὐαγρίων, Χαρίδημος, Ἑρμίας, Νεῖλος οἱ ἕξ , Μακεδόνες. συγγραφοφύλαξ Ἡρακλείδης. Πετειμούθης Ὥρου Πέρσης τῆς ἐπιγονῆς ἔχω τὸ προκίμενον δάνειον τὰς τοῦ ἀργυρίου νομίσματος δραχμὰς δέκα δύο καὶ ἀποδώσω καθότι προγέγραπται. ἔτους κϛ Θῶυθ Ἡρακλείδης Ἑρμιου ἔχω κυρίαν. ἔτους κϛ Θῶυθ ιδ ἀναγέγραπται ἐπὶ τῆι ὑποκάτω Μέμφεως φυλακῆι διʼ Ἡρακλίωνος …

---

Documentary Papyri, UPZ 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;1.
