# Upz 1 15

Documentary Papyri, Upz 1, UPZ 1 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-1/15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-1/15

βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι θεοῖς Φιλομήτορσι χαίρειν Πτολεμαῖος Γλαυκίου Μακεδὼν ὁ ἐν κατοχῆι ἐν τῶι πρὸς Μέμφει μεγάλωι Σαραπιείωι Ἀσταρτιείωι ἀπὸ τοῦ ι ἔτους. ἀναβάντος σου εἰς τὸ Σαραπιεῖον ἐν τῶι κδ ἔτει Θῶυθ β ἐνέτυχόν σοι διὰ τῆς θυρίδος διὰ τὸ μὴ δύνασθαι προσκαταβῆναι ὑπέρ τε Ἀπολλωνίου τοῦ νεωτέρου ἀδελφοῦ, ὅπως φέρηται ἐν τῶι στρατιωτικῶι καὶ ὑπὲρ τοῦ Ἀσταρτιείου ἐν ὧι εἰμι ἐν κατοχῆι ἀπὸ τοῦ προγεγραμμένου χρόνου, ἀξιῶν ἵνα μηθεὶς τῶν τε ἱερέων καὶ παστοφόρων μηδʼ ἄλλος εἰσβιαζόμενος ἐνεχυράζηι μηδʼ ἐμὲ ὑβρίζηι διὰ τὸ εἶναι τοὺς ἐν τῶι ἱερῶι πονηροὺς καὶ ἐμὲ πολιορκεῖν, ἕνεκα τοῦ Ἕλληνά με εἶναι, ἵνα βοήθειαν ἔχω καὶ προστάτην. νυνὶ δὲ ὁ προγεγραμμένος Ἀπολλώνιος εἰς τὴν ἐν Μέμφει σημείαν πρώτην ἐντέτακται, ὑπὸ δὲ τῶν ὑπηρετῶν περισπᾶται εἰς τὰς λειτουργίας καὶ οὐκ ἐᾶται περὶ ἐμὲ γίνεσθαι, οὗ χάριν, βασιλεῦ, σε ἠξίωσα. οἱ γὰρ πολιορκοῦντές με, ὁπηνίκʼ ἂν ἐπιγνῶσιν διότι ἀπέσταλται ἐπὶ λειτουργίαν, τὸ τηνικαῦτα εἰσβιαζόμενοι πολιορκοῦσι. ὑβρισθέντος γάρ μου ἐν τῶι κε ἔτει ὑπὸ πλειόνων ὥστε καὶ διὰ τῆς θυρίδος λιθοκοπεῖσθαι ὑπὲρ ὧν ἀναβάντος Ποσειδωνίου τοῦ ἀρχισωματοφύλακος καὶ στρατηγοῦ καὶ ἐντυχόντος μου τῆι ι τοῦ Φαρμοῦθι τοῦ αὐτοῦ ἔτους προσκαλεσάμενος αὐτοὺς ἐπέπληξεν. διὸ ἀξιῶ, Ἥλιε βασιλεῦ, μὴ ὑπεριδεῖν με ἐν κατοχῆι ὄντα, ἀλλʼ ἐὰν φαίνηται, προστάξαι γράψαι Ποσειδωνίωι τῶι ἀρχισωματοφύλακι καὶ στρατηγῶι ἀλειτούργητον αὐτὸν ποιῆσαι, ἵνα περὶ ἐμὲ ᾖ. ὑμῖν δὲ ἥ τε Ἶσις καὶ ὁ Σάραπις οἱ μέγιστοι τῶν θεῶν κυριεύειν διδοίησαν πάσης χώρας ἧς ὁ Ἥλιος ἐφορᾶι καὶ τοῖς τέκνοις ὑμῶν διὰ παντός. εὐτυχεῖτε.

---

Documentary Papyri, UPZ 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;1.
