# Upz 1 16

Documentary Papyri, Upz 1, UPZ 1 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-1/16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-1/16

βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι θεοῖς Φιλομήτορσι χαίρειν Πτολεμαῖος Γλαυκίου Μακεδὼν ὁ ὢν ἐν τῶι πρὸς Μέμφει μεγάλωι Σαραπιείωι ἐν κατοχῆι ἐν τῶι Ἀσταρτιείωι ἕως τοῦ νῦν. ἀδικοῦμαι ὑπʼ Ἀργείου ὑπηρέτου τῆς Δεξηλάου σημείας, ἀποστερεῖ γάρ με τὰς σιταρχίας, ἅς μοι ἔδωκας, βασιλεῦ. τοῦ γὰρ κδ ἔτους ἀξιώσαντός σε καταχωρίσαι μου τὸν ἀδελφὸν Ἀπολλώνιον καὶ σοῦ ἐπιχωρήσαντος καὶ προστεθέντος τῆι Δεξιλάου σημείαι, ὁ προγεγραμμένος Ἀργεῖος ἀποσπᾶι αὐτον ἀπʼ ἐμοῦ εἰς τὰς λειτουργίας καὶ τὰς σιταρχίας οὐκ ἀποδίδωσι οὐκ ἔχοντός μου ἄλλον προστάτην διὰ τοὺς ἐν τῶι τόπωι πονηρούς, οἵ τε ἱερεῖς καὶ παστοφόροι καὶ ἄλλοι τινες, ὁπηνίκʼ ἂν ἐπιγνῶσιν ὅτι κεχώρισται ἐπὶ λειτουργίαν ἀστοχήσαντες τοῦ παντὸς εἰσβιαζόμενοι ἐνεχυράζουσιν καὶ ἐμὲ ὑβρίζουσιν, ὥστε διὰ τῆς θυρίδος λιθοκοπεῖσθαί με, ὑπὲρ ὧν ἀναβάντος Ποσειδωνίου τοῦ ἀρχισωματοφύλακος καὶ στρατηγοῦ ἐν τῶι Φαρμοῦθι ἐνέτυχον αὐτῶι διὰ τῆς θυρίδος καὶ ἀνακαλεσάμενος αὐτοὺς ἐπέπληξεν. διὸ ἀξιῶ, Ἥλιε βασιλεῦ, μὴ ὑπεριδεῖν με ἐν κατοχῆι ὄντα, ἀλλʼ, ἐάν σοι φαίνηται, προστάξαι γράψαι τῶι Ποσειδωνίωι, ἐᾶσαι αὐτὸν ἀλειτούργητον ἵνα περὶ ἐμὲ ἦι καὶ ἀναγκάσαι τὸν Ἀργεῖον ἀποδοῦναί μοι τὰς σιταρχίας τοῦ προεληλυθότος χρόνου, καὶ εἰς τὸ λοιπὸν δὲ εὐτάκτως ἀποδίδοσθαι ὀρθῶς καὶ δικαίως μετὰ τῆς …σιας. σοὶ δὲ ἡ Ἶσις καὶ ὁ Σάραπις καὶ οἱ δώδεκα θεοὶ οἱ ἐν Ἡρακλέους πόλει δοίησαν κυριεύειν πάσης χώρας ἧς ὁ Ἥλιος ἐφορᾶι καὶ τοῖς τέκνοις ὑμῶν διὰ παντός. εὐτυχεῖτε.

---

Documentary Papyri, UPZ 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;1.
