# Upz 1 18r

Documentary Papyri, Upz 1, UPZ 1 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-1/18r
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-1/18r

παρὰ Ταυγῆστος καὶ Ταῦστος διδυμῶν τῶν ἐν τῶι ἐν Μέμφει μεγάλῳ Σαραπιείωι. ἀδικούμεθα ὑπὸ Νεφόρυτος τῆς μητρὸς ἡμῶν. καταλιποῦσα τὸν πατέρα ἡμῶν καὶ συνοικήσασα Φιλίππωι Σωγένου στρατιώτῃ ἐκ τῆς σημείας τοῦ Πυ…ρῶτος, ὁ δὲ Φίλιππος, κατʼ ἀπιστίαν ἐπέταξεν αὐτῷ ἀποκτεῖναι τὸν πατέρα ἡμῶν …γυν…τι καὶ σπασάμενος τὴν μάχαιραν κατέτρεχεν αὐτόν. ἡ δὲ οἰκία τοῦ πατρὸς ἡμῶν ἐνγὺς τοῦ ποταμοῦ ἐστιν, ἀπεπήδησε εἰς τὸν ποταμὸν καὶ κατακολυμβήσας ἕως ἔλθῃ εἰς νῆσον ἐν τῶι ποταμῶι καὶ πλοῖον ἀναλαμβάνει, καθιστᾷ αὐτὸν εἰς Ἡρακλήους πόλιν καὶ ἀποθνῄσκει ἐκεῖ ὑπὸ τῆς λύπης. οἱ ἀδελφοὶ αὐτοῦ πορεύονται ἐπʼ αὐτὸν καὶ ἄγουσιν καὶ εἰς τὴν νεκρίαν καθιστῶσιν αὐτόν, ἔτι καὶ νῦν ἄταφός ἐστιν. τὴν δὲ οὐσίαν αὐτοῦ ἔιληφεν καὶ ἐνοίκιον λαμβάνει κατὰ μῆνα χαλκοῦ δραχμὰς Αυ. ἐκβάλλουσα ἡμᾶς ἀνεχωρήσαμεν ἄνω εἰς τὸ Σαραπιεῖον πεινῶσαι πρὸς Πτολεμν τῶν ἐν κατοχῇ, ὁ δὲ Πτολεμαῖς φίλος ἡμῶν ἦν τοῦ πατρὸς, ἀναλαμβάνει ἡμᾶς καὶ τρέφει. γενομένου δὲ τοῦ πένθους κατάγουσιν ἡμᾶς πενθεῖν τῶι θεῶι. οἱ δὲ γνώριμοι αὐτῆς ἀναπίθουσιν ἡμᾶς δέξασθαι τὸν υἱὸν αὐτῆς Παγχράτην, ἵνα διακονῆι ἡμῖν. διαστέλλομεν αὐτὸν τοῦ ιζ ἔτους κομίσασθαι ὧδε τὸ γινόμενον ἡμῖν ἐκ βασιλικοῦ. καὶ πάλιν οὗτος κλέψας ἃ εἴχαμεν ἐν τῷ Σαραπιείωι καὶ ἃ ἐκομίσατο ἐκ βασιλικοῦ παρʼ ὑμῶν ἐλαίου μετρητὴν α καὶ ἀπῆλθεν πρὸς τὴν μητέρα αὐτοῦ. ὁ δὲ Πτολεμαῖς ὁ ἐν κατοχῇ ἐν τῷ αὐτῷ ἱερῶι τοῦ θεοῦ ἐπιτάξαντος ἀναλαμβάνει ἡμᾶς …

---

Documentary Papyri, UPZ 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;1.
