# Upz 1 35

Documentary Papyri, Upz 1, UPZ 1 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-1/35
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-1/35

Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι παρὰ Πτολεμαίου Μακεδώνος τῶν ἐν κατοχῆι ὄντων ἐν τῶι μεγάλωι Σαραπιείωι ἔτος τοῦτο ἑνδέκατον. ἀπέδωκά σοι τὴν παρὰ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης κεχρηματισμένην τῶν διδυμῶν ἔντευξιν ὑπὲρ τῶν καθηκόντων αὐταῖς κατʼ ἐνιαυτὸν καὶ συνέταξας ἀποδοῦναι τὸ τοῦ ιη ἔτους καὶ εἰς τὸ ιθ ἔτος ἔλαιον καὶ κῖκι ἑκάστου ἐνιαυτοῦ ἐλαίου μετρητὴν α καὶ κίκιος μετρητὴν α. περὶ μὲν οὖν τούτων διδοῖ σοι ὁ Σάραπις καὶ ἡ Ἶσις ἐπαφροδισίαν χάριν μορφὴν πρὸς τὸν βασιλέα καὶ τὴν βασίλισσαν διʼ ἣν ἔχεις πρὸς τὸ θεῖον ὁσιότητα. προσδεόμενος δʼ ἔτι τυχεῖν καὶ ἐν τούτοις συνεργείας ἀξιῶ σε, ἐπεὶ προορῶμαι, μήποτε χωρισθέντος σου εἰς τοὺς ἄνω τόπους οὐ λαμβάνωσιν αἱ δίδυμαι τὸ τοῦ εἰκοστοῦ ἔτους ἔλαιον καὶ κῖκι, νομίσαντα ὅτι σὺ ἰδίαι χρηματίζεις αὐταῖς, γράψαι Μεννίδει τῶι ἐπιμελητῇ προσαποδοῦναί μοι καὶ τούτου τοῦ ἔτους τὸν καθήκοντα ἐλαίου μετρητὴν καὶ κίκιος μετρητὴν μηδὲν ἀντιπεσόντα. σοὶ δὲ γίνοιτο ἀνθʼ ὧν πρὸς τὸ θεῖον ὁσίως διάκεισαι καὶ τῶν ἱεροδούλων καὶ τῶν ἐν τῶι ἱερῶι πάντων ἀντιλαμβάνηι ἐπαφροδισία χάρις μορφὴ εὐημερία καὶ ἐν τοῖς ἄλλοις εὐτυχία. εὐτύχει. τοῖς γραμματεῦσιν. ἐπισκεψαμένους ἀνενεγκεῖν. ἔτους κ Χοίαχ κγ. Δωρίωνι· ἐπισκεψάμενον ἀνενεγκεῖν. ἔτους κ Χοίαχ κθ.

---

Documentary Papyri, UPZ 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;1.
