# Upz 1 53

Documentary Papyri, Upz 1, UPZ 1 53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-1/53
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-1/53

Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι παρὰ Πτολεμαίου Μακεδόνος τοῦ ὄντος ἐν κατοχῆι ἐν τῶι πρὸς Μέμφει μεγάλωι Σαραπιείωι ἔτη ἤδη ια. μνήσθητι, ἀπέδωκά σοι τὴν παρὰ τοῦ βασιλέως διὰ τῆς θυρίδος ἐσφραγισμένην περὶ τῶν διδυμῶν ἔντευξιν καὶ εἶπάς μοι ἐνώπιον τοῦ Σάραπι· ἐπειδὴ ἐν κατοχῆι εἶ, τίς οὖν περὶ ταῦτα ἔσται; συνέστησά σοι Ἀπολλώνιον τὸν νεώτερόν μου ἀδελφόν. οὐθένα ἔχομεν βοηθὸν ἀλλʼ ἢ σὲ καὶ τὸν Σάραπιν. αἱ δίδυμαι ἀδικοῦνται ὑπὸ τῶν προεστηκότων τῆς συντάξεως τοῦ ἱεροῦ. τοῦ ιη ἔτους ἀπὸ Μεχεὶρ ἕως Μεσορὴ καὶ τὰς ἐπαγομένας ἡμέρας ε οὐκ εἰλήφασιν. τοῦ ιθ ἔτους ἀπὸ Μεχεὶρ ἕως Μεσορὴ λ καὶ τὰς ἐπαγομένας ἡμέρας ε οὐκ εἰλήφασιν ἀλλʼ ἢ τὸ ἥμισυ τῶν κυλληστίων. τοῦ ἐνεστῶτος κ ἔτους ἀπὸ Θῶυθ α ἕως Χοίαχ θ οὐκ εἰλήφασι ἀλλʼ ἢ τὸ ἥμισυ, ἀπὸ Χοίαχ ι ἕως τῆς σήμερον ἡμέρας οὐκ εἰλήφασι ψωμόν. πωλοῦσι αὐτῶν τὴν ὄλυραν τῆς ἀρτάβης δραχμῶν τ, αἱ δὲ δίδυμαι τῆι λιμῶι διαλύονται. ὁ δὲ βασιλεὺς ἀποδέδωκε τὴν σύνταξιν, διαρπάζεται δὲ ὑπὸ τῶν προεστηκότων τῶν ἱερῶν. ἀξιοῦμέν σε, ἐάν σοι φαίνηται, ἀνακαλέσαι Ψινταῆν τὸν ἐπιστάτην τῶν ἱερῶν καὶ ἐπαναγκάσαι ἀποδοῦναι ἡμῖν τὰς ὀφειλομένας τοῦ ιη ἔτους καὶ τοῦ ιθ ἔτους ὀλύρας ἀρτάβας ρξ, ὁμοίως δὲ καὶ τὴν γινομένην ἐκ τοῦ δηλουμένου Ἀσκληπιείου ἀπὸ τοῦ πένθους ἐφειλκυσμένην σύνταξιν ἄρτους δ. σοὶ δὲ ὁ Σάραπις ἀνταποδῷ σοι χάριν καὶ μορφὴν πρὸς τὸν βασιλέα. εὐτύχει. ὄλυραν

---

Documentary Papyri, UPZ 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;1.
