# Upz 1 59

Documentary Papyri, Upz 1, UPZ 1 59. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-1/59
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-1/59

Ἰσιὰς Ἡφαιστίωνι τῶι ἀδελφῶι χαίρειν. εἰ ἐρρωμένωι σοι τὰ ἄλλα κατὰ λόγον ἀπαντᾶι, εἴη ἄν ὡς τοῖς θεοῖς εὐχομένη διατελῶ, καὶ αὐτὴ δʼ ὑγίαινον καὶ τὸ παιδίον καὶ οἱ ἐν οἴκωι πάντες σου διὰ παντὸς μνείαν ποιούμενοι. κομισαμένη τὴν παρὰ σοῦ ἐπιστολὴν παρʼ Ὥρου, ἐν ἧι διεσάφεις εἶναι ἐν κατοχῆι ἐν τῶι Σαραπιείωι τῶι ἐν Μέμφει, ἐπὶ μὲν τῶι ἐρρῶσθαί σε εὐθέως τοῖς θεοῖς εὐχαρίστουν, ἐπὶ δὲ τῶι μὴ παραγίνεσθαί σε πάντων τῶν ἐκεῖ ἀπειλημμένων παραγεγονότων ἀηδίζομαι ἕνεκα τοῦ ἐκ τοῦ τοιούτου καιροῦ ἐμαυτήν τε καὶ τὸ παιδίον σου διακεκυβερνηκυῖα καὶ εἰς πᾶν τι ἐληλυθυῖα διὰ τὴν τοῦ σίτου τιμὴν καὶ δοκοῦσα νῦν γε σοῦ παραγενομένου τεύξεσθαί τινος ἀναψυχῆς, σὲ δὲ μηδʼ ἐντεθυμῆσθαι τοῦ παραγενέσθαι μηδʼ ἐνβεβλοφέναι εἰς τὴν ἡμετέραν περίστασιν ὡς ἔτι σοῦ παρόντος πάντων ἐπεδεόμην, μὴ ὅτι γε τοσούτου χρόνου ἐπιγεγονότος καὶ τοιούτων καιρῶν καὶ μηθέν σου ἀπεσταλκότος. ἔτι δὲ καὶ Ὥρου τοῦ τὴν ἐπιστολὴν παρακεκομικότος ἀπηγγελκότος ὑπὲρ τοῦ ἀπολελύσθαι σε ἐκ τῆς κατοχῆς παντελῶς ἀηδίζομαι. οὐ μὴν ἀλλὰ ἐπεὶ καὶ ἡ μήτηρ σου τυγχάνει βαρέως ἔχουσα, καλῶς ποιήσεις καὶ διὰ ταύτην καὶ διʼ ἡμᾶς παραγενόμενος εἰς τὴν πόλιν εἴπερ μὴ ἀναγκαιότερόν σε περισπᾶι. χαριεῖ δὲ καὶ τοῦ σώματος ἐπιμελόμενος ἵνʼ ὑγιαίνηις. ἔρρωσο. ἔτους β Ἐπεὶφ λ. Ἡφαιστίωνι.

---

Documentary Papyri, UPZ 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;1.
