# Upz 1 61

Documentary Papyri, Upz 1, UPZ 1 61. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-1/61
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-1/61

Λυσίμαχος Πτολεμαίωι καὶ ταῖς διδύμαις καὶ Ἀπολλωνίωι τοῖς ἀδελφοῖς χαίρειν. εἰ ἔρρωσθε, καὶ αὐτὸς δʼ ὑγίαινον. γινώσκετε, ἀφʼ οὗ ἀφʼ ὑμῶν ἀπελήλυθα, μὴ ἐσχολακέναι με περὶ ὧν ἐνετείλασθέ μοι, ἀλλὰ μὴ τὰ σιτάρια διὰ τὸ ὕδωρ, ἔτι δὲ καὶ ἐπιλελῆσθαι τὰ μέτρα τῶν ὀθονίων καὶ μὴ δύνασθαί με δοῦναι τὸ μέλι καὶ τὰ λοιπὰ ἅ μοι εἰρήκεις Ἀώγχει· μὴ οὐκ ἀποδῶ σοι. Καβάτοκον δʼ ἐπιτηρῶ, ἂν καταπλῇ, ἀποστεῖλαί σοι. ἀπέχω δὲ παρὰ Καβατόκου δραχμὰς Ατκ · ἀπόστειλόν μοι τὰ μέτρα τῶν ὀθονίων, ὅπως συντόμως ἀποσταλῇ ὑμῖν. Ἵππαλος δὲ ὁ ἀδελφός σου ἀσυντάκτως κατέπλευσε ἐμοῦ ἡτοιμακότος πάντα. ἐπιμέλου δὲ τοῦ σώματος. ὅπως ὑγιαίνοντας ὑμᾶς ἀσπασώμεθα ἔρρωσο. ἔτους κ Μεσορῆι λ. εἰς τὸ Σαραπιεῖον Πτολεμαίῳ καὶ ταῖς διδύμαις

---

Documentary Papyri, UPZ 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;1.
