# Upz 1 62

Documentary Papyri, Upz 1, UPZ 1 62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-1/62
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-1/62

Διονύσιος Πτολεμαίωι χαίρειν καὶ ἐρρῶσθαι. τοιαύτην ἐμαυτοῦ ἐλευθεριότητα, οὐ βαναυσίαν ἐκτέθεικα πᾶσιν ἀνθρώποις, μάλιστα δὲ σοὶ καὶ τῷ σῷ ἀδελφῶι διά τε τὸν Σάραπιν καὶ τὴν σὴν ἐλευθερίαν καὶ πεπείραμαι, ἀφʼ οὗ τε συνεστάθης μοι, εἰς πᾶν τό σοι χρήσιμον ἐμαυτὸν ἐπιδιδόναι. τοῦ δὲ ἀδελφοῦ σου συμπεσόντος μοι τῆι ιζ τοῦ Μεχεὶρ καὶ ἀξιώσαντός με, ὅπως, ἐὰν ἐνέγκηι τρίτομον, μεταλάβωσιν αὐτῶι οἱ παρʼ ἐμοῦ γραμματεῖς πάντας τοὺς χρηματισμούς εἶπα αὐτῶι μὴ ἐμὲ ἀξιοῦν, ἀλλὰ δόξαντα ἀδελφὸν αὐτοῦ ἐν τῆι αὐλῆι εἶναι παραγίνεσθαι μονογράφοις δὲ μηθὲν διδόναι γράφειν μηδὲ ἀναλίσκειν χαλκοῦς, καὶ ἀπέλυσα εἴπας αὐτῶι ὀρθρίτερον ἐλθεῖν, ὅπως λαβὼν παρʼ ἐμοῦ ἐν Μέμφει σησάμου τέταρτον τρίψῃ μοι ἐν Μέμφει τρίμμα διὰ τὸ εἰς τὴν πόλιν με θέλειν δοῦναι ἀπενεγκεῖν ὁ δὲ φαίνεται τὴν ἡμέραν ἐκείνην ἀσχοληθεὶς ἢ ᾔσχυνται συμμεῖξαί μοι εἴπερ οὖν ἐστιν αὕτη ἡ αἰτία καὶ διὰ τοῦτο οὐκέτι ἥκει πρὸς ἐμὲ αἰσχυνθείς παρακαλέσας αὐτὸν ἀπόστειλον πρὸς ἐμέ, γίνεται γὰρ ἐντραπῆναι ἐγὼ γὰρ νὴ τοὺς θεοὺς ἀγωνιῶ, μήποτε ἀρρωστεῖ τὸ παιδάριον καὶ οὐκ ἔχω σχολὴν ἀναβῆναι πρὸς ὑμᾶς. εἰ δὲ διʼ ἄλλο τι οὐκ ὀπτάνεταί μοι, γίνωσκε σαφῶς, ὅτι, ἐὰν ἀναβῶ καὶ ἐγὼ προσκυνῆσαι πρὸς σὲ οὐ μὴ εἰσέλθω, εἰς δὲ τὰ Πρωτάρχου καταλύσω. ὑγίαινε δὲ ἔρρωσο. … Πτολεμαίωι.

---

Documentary Papyri, UPZ 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;1.
