# Upz 2 181

Documentary Papyri, Upz 2, UPZ 2 181. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-2/181
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-2/181

ἔτους ιβ τοῦ καὶ θ Τῦβι κβ ἀπέδοτο Πιμώνθης καὶ οἱ ἀδελφοὶ ψιλοῦ τόπου πήχεις α δ, ἐπρίατο Νεχούτης μικρὸς χαλκοῦ ταλάντου α. βασιλευόντων Κλεοπάτρος καὶ Πτολεμαίου υἱοῦ τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ιβ τοῦ καὶ θ, ἐφʼ ἱέρεως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Εὐεργετῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου ἱερείας Ἀρσινόης Εὐπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων Πτολεμαίου τοῦ μὲν Σωτῆρος τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι μηνὸς Τῦβι κβ ἐπʼ Ἀπολλωνίου τοῦ πρὸς τῆι ἀγορανομίαι τῶν Μεμνονείων καὶ τῆς κάτω τοπαρχίας τοῦ Παθυρίτου· ἀπέδοτο Πιμώνθης ὡς ἐτῶν λε μέσος, μελάνχρως, κλαστός, ἀναφάλακρος, στρογγυλοπρόσωπος, εὐθύριν, καὶ Σναχομεὺς ὡς ἐτῶν κ μέσος, μελίχρως, κλαστός, στρογγυλοπρόσωπος, εὐθύριν, καὶ Σεμμοῦθις Περσίνη ὡς ἐτῶν κβ μέση, μελίχρως, στρογγυλοπρόσωπος, ἔνσιμος ἡσυχῆ, καὶ Ταθαὺτ Περσίνη ὡς ἐτῶν λ μέση, μελίχρως, στρογγυλοπρόσωπος, εὐθύριν, μετὰ κυρίου τοῦ ἑαυτῶν ἀδελφοῦ Πιμώνθου τοῦ συναποδομένου, οἱ τέσσαρες τῶν Πετεψάιτος τῶν ἐκ τῶν Μεμνονέων σκυτέων, ἀπὸ τοῦ ὑπάρχοντος αὐτοῖς ἐν τῶι ἀπὸ νότου μέρει Μεμνονέων Πάκεις ψιλοῦ τόπου πήχεις ἓν τέταρτον , ἧς γείτονες· νότου ῥύμη βασιλική, βορρᾶ καὶ ἀπηλιώτου Παμώνθου καὶ Βοκονσήμιος ἀδελφοῦ, ἧς κοινὸς τοῖχος, λιβὸς οἰκία Ταγῆτος τοῦ Χνομπρέους ἧς ἀνὰ μέσον διάφωσις, ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν. ἐπρίατο Νεχούτης μικρός Ἁσῶτος ὡς ἐτῶν μ μέσος, μελίχρως, τετανός, μακροπρόσωπος, εὐθύριν, οὐλὴ μετώπωι μέσωι, χαλκοῦ νομίσματος ταλάντου α. προπωληταὶ καὶ βεβαιωταὶ τῶν κατὰ τὴν ὠνὴν ταύτην οἱ ἀποδόμενοι, ὃν ἐδέξατο Νεχούτης ὁ πριάμενος. Ἀπολλώνιος κεχρημάτικα. ἔτους ιβ τοῦ καὶ θ Φαρμοῦθι κα τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν, ἐφʼ ἧς Διονύσιος, δεκάτης ἐνκυκλίου κατὰ διαγραφὴν Ψενχώνσιος τελώνου, ὑφʼ ἣν ὑπογράφει Ἡρακλείδης ὁ ἀντιγραφεύς, τέλος ὠνῆς Νεχούτης μικρός Ἁσῶτος ψιλὸν τόπον πήχεις ἓν τέταρτον ἐν τῶι ἀπὸ νότου μέρει Μεμνονέων, ὃν ἐωνήσατο παρὰ Πιμώνθου καὶ Σναχομνέως τῶν Πετεψάιτος καὶ ταῖς ἀδελφαῖς χαλκοῦ ταλάντου α τέλος χ. Διονύσιος τραπεζίτης.

---

Documentary Papyri, UPZ 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;2.
