# Upz 2 218.1.1-24

Documentary Papyri, Upz 2, 218.1.1 to 218.1.24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/upz-2/218.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/upz-2/218.1.1

Διονύσιος Ἡρακλείδει χαίρειν. Αἰλούρου τοῦ Δάμωνος τῶν ἀπὸ Διὸς πόλεως τῆς Μεγάλης δόντος ἡμῖν τὸ ὑποτεταγμένον ὑπόμνημα, διʼ οὗ ὑφίστατο τοῦ ὑπάρχοντος ἐν τῆι αὑτοῦ σιτοφόρωι γῆι πρὸς τῶι ὑπάρχοντι αὑτῶι ἐποικίωι κειμένου βουνοῦ εἰς περιγραφὴν πηχῶν ϛ ἐν τῆι ἄνω τοπαρχίαι πηχῶν β εἰς πλήρωσιν πηχῶν η, ἐκδοθείσης αὑτῶι τῆς ἐκ βασιλικοῦ διαγραφῆς τάξεσθαι ἑκάστου πήχεως δραχμὰς σ, τὰς συναγομένας τῶν η πηχῶν δραχμὰς Αχ, καὶ πρὸς τοῦτο Πχορχώνσιος τοῦ τοπογραμματέως ἀνενεγκόντος διὰ τῆς προσκατακεχωρισμένης ἀναφορᾶς, ἐξ ὧν ἀνενήνοχεν ὁ κωμογραμματεύς, διʼ ἧς ἐδήλωσεν …σον καὶ εἶναι τῶν β πηχῶν καὶ ϛ πηχῶν εἰς πλήρωσιν η πηχῶν τὴν ἀξίαν καθὼς καὶ ἐπὶ τῆς ὑποστάσεως δραχμὰς Αχ ἐπεὶ οὖν ἐξέθεντο τὰς γᾶς εἰς πρᾶσιν … ἐπὶ τοῦ δρόμου τοῦ μεγίστου θεοῦ Ἄμμωνος σὺν τοῖς ἄλλοις τοῖς ἐγδιοικησίμοις ἐγγαίοις, προκηρυχθέντων διʼ Ἀσκληπιάδου τοῦ παρʼ ἡμῶν καὶ Ποσειδωνίου τοῦ παρʼ Ἡλιοδώρου τοῦ βασιλικοῦ γραμματέως, συνπαρόντων Ἡρακλείδου οἰκονόμου καὶ τοῦ Ὀσοροήριος, Ἰμούθου κωμογραμματέως Διὸς πόλεως, Διογένους τοῦ μεταχειριζομένου τὴν ἐν Διὸς πόλει τράπεζαν καὶ ἄλλων πλειόνων διὰ κήρυκος Ι… τῶν ὑπηρετῶν οὐδεὶς τῶι ἀγορασμῶι προσελήλυθεν διὰ τὸ ἕτερον μὴ δύνασθαι ὠνεῖσθαι ἐπὶ τῶι τὴν γῆν σιτοφόρον εἶναι τοῦ διασαφουμένου Αἰλούρου καὶ δεσπόζειν αὐτόν, τὸν δὲ βουνὸν ἐν μέσοις τόποις εἶναι καὶ εἰς ἕτερον μηδὲν χρησιμεύσειν τῶι ὠνησομένωι πλὴν εἰς μαγδώλων φυλακάς . μόλις οὖν πεπείκαμεν αὐτὸν ἐπιδέξασθαι ἄλλας εἰς πλήρωσιν δραχμὰς Β. κατακολουθήσας καὶ δεξάμενος ἐπὶ τῆς ἐν Διὸς πόλει τῆι Μεγάληι τραπέζης, συνυπογράφοντος Ἡλιοδώρου βασιλικοῦ γραμματέως, παρὰ τοῦ σημαινομένου Πύρρου τὰς τοῦ χαλκοῦ πρὸς ἀργύριον δραχμὰς Β, ἐντάσσοντος δὲ τοῦ τοπογραμματέως τά τε μέτρα καὶ τὰς γειτνίας καὶ προσδιασαφοῦντος … τῶι ἰδίωι λόγωι τοῦ βασιλέως του…αι … καὶ μηθὲν ἠγνοῆσθαι, ἀνένεγκε εἰς τὸ βασιλικόν, ἐφʼ ὧι ταξάμενος κυριεύσει καθʼ ἃ οἱ ἐκ βασιλικοῦ πριάμενοι, οὐδένα λόγον συστησάμενος πρὸς ἡμᾶς περὶ οὐδενὸς ἁπλῶς. ἐάνπερ μὴ πλεῖον τῶι βασιλεῖ γένηται, ἐπαναπραθήσεται καὶ ἂν τι ἀφεύρηι, πραχθήσεται.

---

Documentary Papyri, UPZ 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/upz;2.
